< 使徒行傳 26 >

1 黎帕向保祿說:「准你為自己辯護。」那時,保祿便伸起手來,辯護說:「
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
2 阿格黎帕王!我今天能在你跟前,對於猶太人所控告我的一切事,得以辯護,我覺得十分幸運,
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι·
3 尤其你熟悉猶太人的一切習俗和爭端,所以我求你忍耐聽我。
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων. διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
4 我自幼年以來,從起初在我民族中,以及在耶路撒冷,處世為人如何,猶太人都知道。
τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις, ἴσασιν πάντες Ἰουδαῖοι,
5 假如他們肯作證的話,他們從很早就知道:我是按照我們教中最嚴格的宗派,度著法利塞人的生活。
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος·
6 現在,我因希望天主對我們祖先的恩許,而站在這裏受審。
καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
7 我們十二支派,日夜勤懇地事奉天主,希望這許諾到來。王啊!正是為了這個希望,我為猶太人所控告。
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι, περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ,
8 天主既使死人復活了,為什麼你們竟斷為不可信呢﹖
τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
9 本來,我本人過去也認為,應盡力反對納匝肋人耶穌的名,
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι,
10 我在耶路撒冷就這樣作過。我不但從司祭長那裏取得權柄,把許多聖者關在監裏;而且他們被殺時,我還投了票。
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον·
11 我也曾在各會堂裏,多次用刑,強迫他們說褻瀆的話;而且分外狂怒地迫害他們,直到外邦的城市。
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12 在這期間,我曾取得司祭長的權柄和准許,往大馬士革去。
ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς [τῆς] τῶν ἀρχιερέων,
13 王啊! 時當正午,我在路上看見一道光,比太陽還亮,從天上環照著我,和與我同行的人;
ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
14 我們都跌倒在地。我聽見有聲音用希伯來話向我說:『掃祿,掃祿,你為什麼迫害我﹖向刺錐踢去,為你是難堪的。』
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15 我說:『主!你是誰﹖』主說:『我就是你所迫害的耶穌。
ἐγὼ δὲ εἶπα, Τίς εἶ κύριε; ὁ δὲ κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.
16 但是,你起來,站好,因為我顯現給你,正是為了要選派你為我服務,並為你見到我的事,以及我將要顯現給你的事作證。
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι,
17 我把你從這百姓及外邦人中救出,是要打發你到他們那裏去,
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18 開明他們的眼,叫他們從黑暗中轉入光明,由撒殫權下歸向天主,好使他們因信我而獲得罪赦,並在聖化的人中得有分子。』
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19 因此,阿格黎帕王!我對這天上的異像並沒有失信,
ὅθεν βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
20 相反地,我首先向大馬士革和耶路撒冷以及猶太全境的人,然後向外邦人傳報,叫他們悔改,歸向天主,作與悔改相稱的作為。
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
21 正是為了這個緣故,猶太人在殿裏把我拿住,想要向我下毒手;
ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
22 但我得蒙天主的助祐,直到今天我還站得住,向卑微和尊高的人作證。我所講的,不外乎先知和梅瑟所說過的,必將成就的事:
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωυσῆς,
23 就是默西亞怎樣必須受難,怎樣必須由死者中作復活起來的第一人,將光明傳佈給這百姓及外邦人。」
εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
24 保祿辯護到這裏,斐斯托大聲說:「保祿,你瘋了!學問太多把你弄瘋了。」
ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, Μαίνῃ Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
25 保祿卻說:「斐斯托大人!我沒有瘋,相反,我說的是真理和清醒的話,
ὁ δὲ Παῦλος, Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26 因為王知道這些事,我便向他放心講論。我深信這些事沒有一件瞞得過他的,因為這不是在偏僻角落裏行的。
ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι [οὐθέν]· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27 阿格黎帕王!你信先知嗎﹖我知道你信。」
πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
28 阿格黎帕向保祿說:「你差一點就勸服我作了基督徒!」
ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
29 保祿說:「差一點也罷!差的多也罷 !我總祈望天主,不但叫你,而且也叫今天聽我的眾人,除了這些鎖鏈以外,都要像我一樣。」
ὁ δὲ Παῦλος, Εὐξαίμην ἂν τῷ θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σε ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 於是王、總督和貝勒尼切,以及和他們同坐的人都起來,
ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς·
31 退到一邊,彼此談論說:「這人並沒有作過什麼該死,或該監禁的事。」
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον πράσσει ὁ ἄνθρωπος οὗτος.
32 阿格黎帕對斐斯托說:「這人若沒有向凱撒上訴,早就可以釋放了。」
Ἀγρίππας δὲ τῷ Φῆστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

< 使徒行傳 26 >