< 使徒行傳 25 >
1 托到省上任,三天以後,就從凱撒勒雅上了耶路撒冷。
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
2 司祭長和猶太人的首領,向他告發保祿,並請求他開恩,
Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν,
3 來對付保祿,就是求他將保祿解到耶路撒冷來,他們好設下埋伏,在半路上將他殺掉。
αἰτούμενοι χάριν κατʼ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ (ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν).
4 可是,斐斯托回答說:「保祿應押在凱撒勒雅,我自己不久就快回去;」
Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
5 又說:「你們中有權勢的人,跟我一同下去,若在那人身上有什麼不對處,控告他好了。」
“Οἱ οὖν ἐν ὑμῖν”, φησίν, “δυνατοὶ συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον, κατηγορείτωσαν αὐτοῦ.”
6 斐斯托在他們中住了不過八天或十天,就下到了凱撒勒雅。第二天坐堂,下令將保祿帶來;
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας, οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
7 保祿一來到,從耶路撒冷下來的猶太人就圍住他,提出許多嚴重而不能證明的罪狀。
Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8 保祿分辯說:「我對於猶太人的法律,對於聖殿,對於凱撒,都沒有犯什麼罪。」
τοῦ Παύλου ἀπολογουμένου, ὅτι “Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά, τι ἥμαρτον.”
9 斐斯托想要向猶太人討好,就向保祿說:「關於這些事,你願意上耶路撒冷,在那裏於我面前受審嗎﹖」
Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, “Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπʼ ἐμοῦ;”
10 保祿卻說:「我站在凱撒的公堂前,我該在這裏受審。我對猶太人並沒有作過不對的事,就是你也知道的很清楚。
Εἶπεν δὲ ὁ Παῦλος, “Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκηκα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11 假如我作了不對的事,或作了什麼該死的事,我雖死不辭;但若這些人所控告我的,都是實無其事,那麼誰也不能將我交與他們;我向凱撒上訴。」
Εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι!”
12 斐斯托與議會商議之後,回答說:「你既向凱撒上訴,就往凱撒那裏去!」
Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη, “Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ!”
13 過了幾天,阿格黎帕王同貝勒尼切到了凱撒勒雅,向斐斯托致候。
Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασάμενοι τὸν Φῆστον.
14 他們在那裏住了多日,斐斯托就將保祿的事件,陳述給王說:「這裏有一個人,是斐理斯留在獄中的囚犯。
Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων, “Ἀνήρ τίς ἐστιν, καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15 我在耶路撒冷的時候,司祭長和猶太人的長老告發他,要求定他的罪。
περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ καταδίκην·
16 我回答他們說:當被告還沒有與原告當面對質,還沒有機會辯護控告他的事以前,就將那人交出,不合羅馬人的規例。
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος, κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17 及至他們來到這裏,我一點也沒有遲延,次日便坐堂,下令把那人帶來。
Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18 原告站起來,對他沒有提出一件罪案,是我所逆料的惡事;
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον, ὧν ἐγὼ ὑπενόουν πονηράν.
19 他們的爭辯,僅是關於他們的宗教及關於一個已死的耶穌,保祿卻說他還活著。
Ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας, εἶχον πρὸς αὐτὸν, καὶ περί τινος ˚Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20 我對這爭執不知如何處理,就問他是否願意去耶路撒冷,在那裏受審。
Ἀπορούμενος δὲ, ἐγὼ τὴν περὶ τούτων ζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα, κἀκεῖ κρίνεσθαι περὶ τούτων.
21 可是,保祿卻要求上訴,將他留給皇帝審斷,我便下令留下他,等我解他到凱撒那裏。」
Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.”
22 阿格黎帕向斐斯托說:「我也願意親自聽聽這個人。」斐斯托說:「明天你就可以聽他。」
Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον, “Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.” “Αὔριον”, φησίν, “ἀκούσῃ αὐτοῦ.”
23 第二天,阿格黎帕和貝勒尼切來時甚是排場,偕同千夫長及城裏的要人進了廳堂;斐斯托下令,把保祿帶來。
Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
24 斐斯托說:「阿格黎帕王和同我們在場的眾人,你們看這個人,為了他,所有的猶太群眾曾在耶路撒冷和這裏向我請求,呼喊說:不該容他再活下去。
Καί φησιν ὁ Φῆστος, “Ἀγρίππα Βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν, ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
25 但我查明他並沒有作過什麼該死的事。他既把這案子向皇帝上訴了,我便決定把他解去。
Ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν.
26 我對這人沒有什麼確實的事可向主上陳奏;因此我將他帶到你們前,尤其你阿格黎帕王前,好在審訊以後,有所陳奏,
Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, Βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης, σχῶ τι γράψω.
27 因為我以為,解送囚犯而不指明他的罪狀,於理不合。」
Ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον, μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.”