< 使徒行傳 24 >

1 五天,大司祭阿納尼雅同幾個長老和一個名叫特爾突羅的律師下來,向總督控告保祿。
Μετὰ δὲ πέντε ἡμέρας, κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν, καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 保祿被傳來後,特爾突羅便開始控告說:「斐理斯大人!因了你,我們纔得大享太平,由於你的照料,這民族得了改善:
Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, “Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3 這是我們時時處處感激不盡的。
πάντῃ τε καὶ πανταχοῦ, ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 但為了不多耽誤你的時間,我請求你發仁慈,略聽我們片刻。
Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ.
5 我們查出這人實在是個危險人物。他鼓動天下的一切猶太人作亂,又是納匝肋教派的魁首。
Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 他還企圖褻瀆聖殿,我們便把他抓住了。【本想按我們的法律來審判他,
ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν.
7 可是千夫長里息雅趕到,以武力將他從我們手中奪去,
8 命令控告他的人,到你這裏來。】你問問他,便可知道我們控告這人的一切事是真的了。」
παρʼ οὗ δυνήσῃ αὐτὸς, ἀνακρίνας περὶ πάντων τούτων, ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.”
9 猶太人也一起附和,肯定事情確是如此。
Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 總督示意叫保祿說話,保祿便回答說:「我知道你多年以來,就作這民族的判官,所以我可放心為我自己的事作辯護。
Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, “Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι.
11 你能夠查知:自從我上耶路撒冷來朝拜,到現在還不過十二天。
Δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα, ἀφʼ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ.
12 他們在聖殿裏,或在會堂裏,或在城內,沒有看見我同什麼人爭論,或集合過群眾。
Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν,
13 對於他們現在控告我的事,他們也不能向你證明。
οὐδὲ παραστῆσαι δύνανταί σοι, περὶ ὧν νυνὶ κατηγοροῦσίν μου.
14 但是有一點,我卻向你承認:就是我確是依照他們所稱為異端的道,事奉祖先的天主;凡合乎法律及先知書上所記載的一切,我都相信。
Ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ ˚Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
15 我對天主所有的希望,也是他們自己所期待的,就是義人及不義的人將要復活。
ἐλπίδα ἔχων εἰς τὸν ˚Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων.
16 因此,我自己勉力,對天主對人時常保持良心無愧。
Ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν ˚Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 我離開耶路撒冷多年以後,纔回到那裏,是為賙濟我國人,並呈獻祭物。
Διʼ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 這期間,有人見我在聖殿裏行取潔禮,既沒有集眾,也沒有作亂。
ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου.
19 不過,只有幾個從亞細亞來的猶太人,他們若有告我的事,他們應該到你面前控告。
Τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 或者,如果這裏的這些人,見我站在公議會前有什麼不對,他們儘可提出;
Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἀδίκημα, στάντος μου ἐπὶ τοῦ Συνεδρίου,
21 即使有,無非是為了我站在他們中間所喊的這一聲:為了死者的復活,我今天纔受你們審判。」
ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς: ὅτι ‘Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφʼ ὑμῶν.’”
22 斐理斯對於這道,既有比較確切的認識,便有意拖延,就對他們說:「等里息雅千夫長下來,我再審斷你們的事。」
Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας, “Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθʼ ὑμᾶς”·
23 遂命百夫長看守保祿,要從寬待他,不要阻止他的近人來接濟他。
διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ.
24 過了幾天,斐理斯和他的猶太籍妻子得魯息拉一起來到,就打發人叫保祿來,聽他講論有關信仰基督耶穌的道理。
Μετὰ δὲ ἡμέρας τινὰς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς ˚Χριστὸν πίστεως.
25 保祿講論到公義、節操和將來的審判時,斐理斯害怕起來,便回答說:「現在你回去,等我得便,再叫你來。」
Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, “Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.”
26 他同時也希望保祿給他些錢,因此,履次打發人叫他來和他談話。
Ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
27 滿了兩年,頗爾基約斐斯托接了斐理斯的任;斐理斯願意向猶太人討好,就將保祿留在監裏。
Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.

< 使徒行傳 24 >