< 使徒行傳 20 >
1 動平息後,保祿便派人去叫門徒們來,勸勉一番,就辭別他們,出發往馬其頓去。
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος, ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
2 他走遍了那一帶地方,多方勸勉信徒後,就到了希臘,
Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
3 在那裏住了三個月。當他正要乘船去敘利亞時,猶太人卻設計陷害他,他遂決意經馬其頓回去。
Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4 伴隨他【到亞細亞】的,有貝洛雅人丕洛的兒子索帕特爾,得撒洛尼人阿黎斯塔苛和色貢多,德爾貝人加約和弟茂德,還有亞細亞人提希苛和特洛斐摩。
Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος.
Οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι.
6 至於我們,無酵節後,纔從斐理伯啟航,直到第五天纔抵達特洛阿,到了他們那裏,在那裏住了七天。
Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά.
7 一週的第一天,我們相聚擘餅時,保祿便向民眾講道,因為他第二天要走,遂把話拖長,直到半夜。
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι.
9 有個青年名叫厄烏提曷,坐在窗台上,因保祿講道稍長,就沉沉欲睡;及至熟睡後,就從三樓墜下;扶起來時,已經死了。
Καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου, ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός.
10 保祿下來,伏在他身上,抱住他說:「你們不要慌亂,因為他的靈魂還在他身上呢。」
Καταβὰς δὲ, ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, “Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.”
11 遂上去,擘開餅,吃了。又談了很久,直到天亮,這纔出發。
Ἀναβὰς δὲ, καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 我們上船先行,直向阿索航去,要從那裏接保祿上船;因為他這樣規定,自己要走陸路。
Ἡμεῖς δὲ, προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος, ἦν μέλλων αὐτὸς πεζεύειν.
14 當他在阿索與我們會合時,我們便接他上船,來到米提肋乃。
Ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν, ἤλθομεν εἰς Μιτυλήνην.
15 從那裏航行,次日到了希約對面,次日再向撒摩駛去,次日就到了米肋托。
Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16 因為保祿已決定駛過厄弗所,免得在亞細亞耽擱時間;原來他想趕程前行,假如可能,願在耶路撒冷過五旬節。
Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 保祿從米肋托打發人到厄弗所,請教會的長老來。
Ἀπὸ δὲ τῆς Μιλήτου, πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 他們到了他那裏,他便向他們說:「你們知道:自從我來到亞細亞的第一天起,與你們在一起,始終怎樣為人,
Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς, “Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19 怎樣以極度的謙遜,含著眼淚,歷經猶太人為我所設的陰謀,而忠信事奉主。
δουλεύων τῷ ˚Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
20 你們也知道:凡有益於你們的事,我沒有一樣隱諱而不傳給你們的,我常在公眾前,或挨家教訓你們,
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
21 不論向猶太人或希臘人,我常苦勸你們悔改,歸向天主,並信從吾主耶穌。
διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς ˚Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν. ˚Χριστόν.
22 看,現在,我為聖神所束縛,必須往耶路撒冷去,在那裏要遇到什麼事,我不知道;
Καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ ˚Πνεύματι, πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ἐμοὶ μὴ εἰδώς,
23 我只知道聖神在各城中向我指明說:有鎖鏈和患難在等待我。
πλὴν ὅτι τὸ ˚Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
24 可是,只要我完成了我的行程,完成了受自主耶穌叫我給天主恩寵的福音作證的任務,我沒有任何理由,珍惜我的性命。
Ἀλλʼ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειώσω τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ ˚Κυρίου ˚Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ ˚Θεοῦ.
25 我曾在你們中往來,宣講了天主的國,但現在,我知道你們眾人以後不得再見我的面了。
Καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
26 因此,我今天向你們作證:對於眾人的血,我是無罪的,
Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
27 因為天主的一切計劃,我都傳告給你們了,毫無隱諱。
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ ˚Θεοῦ ὑμῖν.
28 聖神既在全群中立你們為監督,牧養天主用自己的血所取得的教會,所以你們要對你們自己和整個羊群留心。
Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
29 我知道在我離開之後,將有兇暴的豺狼進到你們中間,不顧惜羊群,
Ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου,
30 就是在你們中間,也要有人起來講說謬論,勾引門徒跟隨他們。
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν.
31 因此,你們要警醒,記住我三年之久,日夜不斷地含淚勸勉了你們每一個人。
Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32 現在,我把你們托付給天主和他恩寵之道,他能建立你們,並在一切聖徒中,賜給你們嗣業。
Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ ˚Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
Ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ, οὐδενὸς ἐπεθύμησα.
34 你們自己知道:這雙手供應了我,和同我一起的人的需要。
Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 在各方面我都給你們立了榜樣,『施予比領受更為有福。』」
Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ ˚Κυρίου ˚Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, ‘Μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν.’”
Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37 眾人都大哭起來,並伏在保祿的頸項上,口親他。
Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν,
38 他們最傷心的,是為了保祿說的這句話:以後他們不得再見他的面了。他們便送他上了船。
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.