< 使徒行傳 12 >
Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάνου μαχαίρῃ.
3 他一看到猶太人喜歡,便命人連伯多祿也加以拘捕,時正值無酵節日;
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον, (ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων),
4 把他拿住以後,就押在監獄中,交由四班兵士──每班四人──看守,願意在逾越節後,給百姓提出來。
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 伯多祿就被看管在監獄中,而教會懇切為他向天主祈禱。
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
6 及至黑落德將要提出他的時候,那一夜伯多祿被兩道鎖鏈縛著,睡在兩個士兵中,門前還有衛兵把守監獄。
ὅτε δὲ ἤμελλεν προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 忽然,主的一位天使顯現,有一道光,照亮了房間,天使拍著伯多祿的肋膀,喚醒他說:「快快起來!」鎖鏈遂從他手上落下來。
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 天使向他說:「束上腰,穿上你的鞋!」他都照辦了。天使吩咐他說:「披上你的外氅,跟我來罷!」
εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
9 他就出來跟著走,還不知道天使所行的是實在的事,只想是見了異像。
καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 他們經過第一道崗,又第二道,來到通到城的鐵門前,鐵門就自動地給他們開了;他們便出去,往前走了一條街,忽然天使離開他,不見了。
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.
11 伯多祿這纔清醒過來,說:「現今我實在知道主派了他的天使來,救我脫免黑落德的手和猶太人民所希望的事。」
καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 他既明白過來,就往若望──號稱馬爾谷──的母親瑪利亞的家去,在那裏有好些人聚集祈禱。
συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάνου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 他敲大門的時候,有一個名叫洛德的使女過來聽。
κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη·
14 她一認出是伯多祿的聲音,喜的沒有開門,就跑進去報告說:伯多祿站在大門前。
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 他們都對她說:「你瘋了!」她卻堅持說:實在是這樣。他們反說:「是他的天使。」
οἱ δὲ πρὸς αὐτὴν εἶπαν, Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, Ὁ ἄγγελός ἐστιν αὐτοῦ.
16 伯多祿還不住的敲門;他們一開門,看見是他,便驚呆了。
ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
17 伯多祿擺手叫他們不要作聲,遂給他們述說上主怎樣領他出了監獄,且說:「你們要把這些事報告給雅各伯和弟兄們。」他便出去,往別的地方去了。
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς· εἶπέν τε, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 天一亮,在士兵中,起了不小的騷亂,不知伯多祿出了什麼事。
γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 黑落德遂搜尋他,搜尋不到,就審訊衛兵,下令把他們處決了。以後,黑落德從猶太下到凱撒勒雅,住在那裏。
Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.
20 那時,黑落德向提洛和漆冬發了大怒;二城的人商量好,來見他,並賄賂了管王臥房的布拉斯托去求和,因為他們那一方當由君王這裏獲得食糧。
ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 黑落德在約定的日子,披戴君王的禮服,坐在寶座上向他們演講。
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν [καὶ] καθί σας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς.
22 人民便呼喊說:「這不是人的聲音,而是神的聲音。」
ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 立刻有上主的天使打擊了他,因為他沒有歸光榮於天主。他為蟲子所吃,遂斷了氣。
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
25 巴爾納伯和掃祿完成了任務,就帶著號稱馬爾谷的若望從耶路撒冷回去了。
Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάνην τὸν ἐπικληθέντα Μάρκον.