< 提摩太後書 3 >

1 你應知道:在末日,困難的時期必要來臨,
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.
2 因為那時人只愛自己、愛錢、矜誇、驕傲、謾罵、不考順父母、忘恩、負義、不虔敬、
ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
3 無慈愛、難和解、善誹謗、無節制、無仁心、不樂善、
ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,
4 背信、魯莽、自大。愛快樂勝過愛天主;
προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
5 他們雖有虔敨的外貌,卻背棄了虔敨的實質;這等人,你務要躲。
ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. καὶ τούτους ἀποτρέπου.
6 因為他們中,有的潛入入人家中,獵取那些滿身罪惡,及被各種邪慾吸引的婦女;
ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
7 這些婦女雖時常學習,但總達不明白真理的地步。
πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
8 如從前雅乃斯和楊布勒反抗梅瑟,照樣這等人也反抗了真理。他們的心術敗壞了,在信德上是不可靠的。
ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
9 但他們再不能有所成就,因為他們的愚昧將要暴露在人前,如同那兩個人一樣。
ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
10 至於你,你卻追隨了我的教訓,我度日的態、志向、信心、堅忍、愛心、容忍、
σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
11 我受的迫害和苦難,即我在安提約基雅。依科尼雍、呂斯特辣所遭受的事;那時我受了何等的迫害,主卻從這一切中救出了我。
τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρύσατο ὁ κύριος.
12 凡是在耶穌基督內熱心生活的人,必須遭受迫害。
καὶ πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν χριστῷ Ἰησοῦ διωχθήσονται.
13 但是是惡人和行詐術的人卻越來越壞,他們迷惑人,也必受人迷惑。
πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
14 然而你要堅持你所學所信的事,你知道你是由誰學來的。
σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες,
15 你自幼便通曉了聖經,這聖經能使你憑著那在基督耶穌內的信德,獲得得救的智慧。
καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν χριστῷ Ἰησοῦ.
16 凡受天主默感所寫的聖經,為教訓,為矯正,為教導人學正義,都是有益的,
πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγμον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ·
17 好使天主的人成全,適於行各種善工。
ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

< 提摩太後書 3 >