< 哥林多後書 5 >

1 因為我們知道:如果我們這地上帳棚式的寓所拆毀了,我們必由天主獲得一所房舍,一所非人手所造,而永遠在天上的寓所。 (aiōnios g166)
Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ ˚Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. (aiōnios g166)
2 誠然,我們在此嘆息,因為我們切望套上那屬天上的住所,
Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.
3 只要我們還穿衣服,不是赤裸的。
Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.
4 我們在這帳棚裏的人,苦惱嘆息,是由於我們不願脫去衣服,而就套上另一層,為使這有死的為生命所吸收。
Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν, βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
5 但那安排我們如此的,是天主,是衪給我們賜下了聖神作抵押。
Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ˚Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος.
6 所以不論怎樣,我們時常放心大膽,因為我們知道,我們幾時住在這肉身內,就是與主遠離,──
Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ ˚Κυρίου,
7 因為我們現今只是憑信德往來,並非憑目睹──
διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.
8 我們我們放心大膽,是為更情願出離肉身,與主同往。
Θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν ˚Κύριον.
9 為此,我們或住在或出離肉身,常專心以討主的喜悅為光榮。
Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
10 因為我們眾人都應出現在基督的審判台前,為使各人藉著他肉身所行的,或善或惡,領取相當的報應。
Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ ˚Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
11 我們既然知道主的可畏,遂盡力使人相信我們;我們在主前是顯明的,我也盻望在你們的良心前也是顯明的。
Εἰδότες οὖν τὸν φόβον τοῦ ˚Κυρίου, ἀνθρώπους πείθομεν, ˚Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
12 這並不是我們又向你們舉薦自己,而是為給你們一個有為我們誇耀的機會,使你們有以對付那些只憑外貌,而不憑內心誇耀的人們,
Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ.
13 因為如果說我們是發狂,那是為了天主;如果說我們是清醒,那是為了你們。
Εἴτε γὰρ ἐξέστημεν, ˚Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν.
14 因為基督的愛催迫著我們,因我們曾如此斷定:既然一個人替眾人死了;
Ἡ γὰρ ἀγάπη τοῦ ˚Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.
15 衪替眾人死,是為活著的人不再為自己生活,而是為替他們死而復活了的那位生活。
Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
16 所以我們從今以後,不再按人的看法認識誰了;縱使我們曾按人的看法認識過基督,但如今不再這樣認識衪了。
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα ˚Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
17 所以誰苦在基督內,他就是一個新受造物,舊的已成過去,看,都成了新的。
Ὥστε εἴ τις ἐν ˚Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
18 這一切都是出由天主,衪曾藉基督使我們與衪自己和好,並將這和和的職務賜給了我們:
Τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ˚Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
19 這這是說:天主在基督內使世界與自己和好,不再追他們的過犯,且將和好的話放在我們的口中。
ὡς ὅτι ˚Θεὸς ἦν ἐν ˚Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 所以我們是代表基督作大使了,好像是天主與著我們來勸勉世人。我們如今代基督請你們:與天主和好罷!
Ὑπὲρ ˚Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ ˚Θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ ˚Χριστοῦ, καταλλάγητε τῷ ˚Θεῷ.
21 因為衪錔使那不認識罪的,替我們成了罪,好叫我們在衪內成為天主的正義。
Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ˚Θεοῦ ἐν αὐτῷ.

< 哥林多後書 5 >