< 哥林多後書 2 >

1 所以我拿定了主意,不再帶憂苦到你們那裏去,
Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.
2 因為如果我使你們憂苦,那麼除了那由我而受憂苦的人外,又有誰可使我歡樂呢﹖
εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
3 為此我寫了那樣的信,正是為避免我來到的時候,那本該叫我喜樂的,反而叫我憂苦,因為我相信你們眾人都我的喜樂為你們眾人的喜樂。
καὶ ἔγραψα τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
4 我在萬般的痛心憂苦中,流著許多淚給你們寫了信,並不是為叫你們憂苦,而是為叫你們認清我對你們所有的愛,多麼卓絕。
ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
5 如果有人使人憂苦,他不是使我憂苦,而是使你們眾人,至少使一部份,免得我說得過火。
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς.
6 這樣的人,受了你們大多數人的譴責,已足夠了;
ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων,
7 免得你們寬恕勸慰他,反倒更好,免得他一時為過度的憂苦所吞噬。
ὥστε τοὐναντίον [μᾶλλον] ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
8 為此,我勸告你們對他再建起愛情來。
διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
9 其實也正是為此我才寫了那信,為要考驗你們,看你們是否在一切事上都服從命令﹖
εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
10 你們寬恕誰什麼,我也寬恕,因為我所寬恕的──如果我曾寬恕過什麼──是為你們的緣故,當著基督的面而寬恕的,
ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ χριστοῦ,
11 免得我們讓撒殫佔了便宜,因為我們不是不知道衪的心意。
ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 當我為宣講基督福音來列特洛阿時,雖然給我開了為主工作的大門,
Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
13 但沒有遇到我的弟兄弟鐸,我的心神得不到安寧,遂辭別他們,到馬其頓去了。
οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 感謝天主時常使我們在基督內參與凱旋的行列,並藉我們在各處播揚認識基督的芬芳;
τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ,
15 因為我們就是獻與天主的基督馨香,在得救的人中是,在喪亡的人中也是;
ὅτι χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
16 但為後者,是由死入死的的芬芳;為前者,卻是由生入生的芬芳。對這樣的工作,誰夠資格呢﹖
οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δέ, ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
17 至少我們不像許多人為利而混亂了天主的道理;我們宣講乃是出於真誠,出於天主,當著天主的面,在基督內。
οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾽ ὡς ἐκ θεοῦ, κατέναντι θεοῦ ἐν χριστῷ λαλοῦμεν.

< 哥林多後書 2 >