< 撒母耳記上 10 >
1 撒慕爾拿出油具,把油倒在他頭上,口吻他說:「不是上主給你傅油,立你作他百姓以色列的首領嗎﹖是你要統治上主的百姓,從四周的仇人手中解救百姓。這是上主給你傅油立你為自己產業首領的先兆:
καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα
2 今天你離開我以後,在本雅明邊境辣黑耳的墓旁,正午你會遇見兩個人,他們要對你說:你去找的那些母驢,已找到了。為母驢的事,你父親早已忘懷,現在他卻為你們著急說:為我的兒子我該怎麼辦﹖
ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δῑ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου
3 你從那裏再往前走,來到德波辣的橡樹旁時,要遇見三個上貝特耳去敬禮天主的人:一人牽著三隻小山羊,一人拿著三張餅,一人帶著一皮囊酒。
καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
4 他們要向你請安,給你兩張餅,你要從他們手中接過來。
καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν
5 此後,你要往天主的基貝亞去,──在那裏駐有培肋舍特人的官吏,──你一進城,就會遇見一群正從高丘下來的先知,在他們前面有彈弦的、有打鼓的、有吹笛的、有彈琴的、他們正在出神說妙語。
καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων ἐκεῖ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
6 這時,上主的神會突然降在你身上,你也要同他們一起出神說妙語;你要變成另一個人。
καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον
7 當你遇見這些現象時,你應見機行事,因為天主必與你同在。
καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου ὅτι θεὸς μετὰ σοῦ
8 你要在我以先下到基耳加去;我要下到你那裏去奉獻全燔祭,宰殺和平祭犧牲。你要等候七天,直到我到了你那裏,告訴你當作的事。」
καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις
9 當他轉身離開撒慕爾時,天主就改變了他的心,那一切先兆在當天都實現了。
καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
10 他從那裏來到基貝亞時,果然有一群先知迎面而來,天主的神突然降在他身上,他就在他們中間出神說起妙語來。
καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν
11 凡先前認識他的人,見他同先知們一起出神說妙語,就彼此說:「克士的兒子遭遇了什麼事﹖怎麼,連撒烏耳也列在先知之中﹖」
καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις ἦ καὶ Σαουλ ἐν προφήταις
12 他們中有人回答說:「他們的父親是誰﹖」因此有一句俗話說:「怎麼,連撒烏耳也列在先知中嗎﹖」
καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν καὶ τίς πατὴρ αὐτοῦ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν ἦ καὶ Σαουλ ἐν προφήταις
καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
14 撒烏耳的一個叔父問他和他的僕人說:「你們往那裏去了﹖」撒烏耳回答說:「找母驢去了;我們看沒找著,就到了撒慕爾那裏。」
καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ ποῦ ἐπορεύθητε καὶ εἶπαν ζητεῖν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
15 撒烏耳的叔父向他說:「請你告訴我,撒慕爾給你說了些什麼﹖」
καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ
16 撒烏耳回答他叔父說:「他告訴我們,母驢的確已經找到了。」但撒慕爾所說有關立君王的話,撒烏耳卻沒有告訴他。
καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ
καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα
18 對以色列子民說:「上主以色列的天主這樣說:是我領以色列出離了埃及,從埃及人和一切壓迫你們的國家中拯救了你們。
καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς
19 然而今天你們拋棄了你們的天主,雖然他從你們一切災難和壓迫中解救了你們,你們卻說:不,你該給我們立一位君王! 現今你們要按照你們的支派和家族到上主面前來。」
καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν
20 撒慕爾就叫以色列眾支派上前來,本雅明支派中了籤;
καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν
21 他叫本雅明支派按照家族上前來,瑪特黎家族中了籤;他叫瑪特黎家族各個男子上前來,克士的兒子撒烏耳中了籤,大家便尋找他,卻沒有找著。
καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληροῦται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληροῦται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
22 他們再求問上主說:「這人到這裏來了沒有﹖」上主回答說:「看,他隱藏在行李中。」
καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα καὶ εἶπεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν
23 人們就趕快去將他從那裏請出來,他站在百姓當中,高出眾人一肩。
καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
24 撒慕爾就向民眾說:「你們看了上主所揀選的嗎﹖在全人民中,沒有一人可與他相比。」眾百姓就歡呼說:「君王萬歲! 」
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν ζήτω ὁ βασιλεύς
25 撒慕爾向民眾說明了君王的權利,並寫在書卷上,放在上主面前。然後撒慕爾打發民眾各自回了家。
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
26 撒烏耳也回基貝亞本家去了;有些為天主所感動的勇士也跟他去了,
καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαουλ
27 但有些無賴漢卻說:「這人怎能拯救我們﹖」就看不起他,也未給他送禮。
καὶ υἱοὶ λοιμοὶ εἶπαν τί σώσει ἡμᾶς οὗτος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα