< 哥林多前書 2 >
1 弟兄們,就是我從前到你們那裡時,也沒有用高超的言論或智慧,給你們宣講天主的奧義,
Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ ˚Θεοῦ.
2 因為我曾決定,在你們中不知道別的,只知道耶穌基督,這被釘在十字架上的耶穌基督;
Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ ˚Ἰησοῦν ˚Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.
3 而且當我們到你們那裡的時候,又軟弱,又恐懼,又戰懼不安;
Κἀγὼ ἐν ἀσθενείᾳ, καὶ ἐν φόβῳ, καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς.
4 並且我的言論和我的宣講,並不在於智慧動聽的言辭,而是在於聖神和祂德能的表現,
Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει ˚Πνεύματος καὶ δυνάμεως,
5 為使你們的信德不是憑人的智慧,而是憑天主的德能。
ἵνα ἡ πίστις ὑμῶν, μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλʼ ἐν δυνάμει ˚Θεοῦ.
6 我們在成全的人中,也講智慧,不過不是今世的智慧,也不是今世將要消滅的權勢者的智慧; (aiōn )
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, (aiōn )
7 我們所講的,乃是那隱藏的,天主奧秘的智慧,這智慧是天主在萬世之前,為使我們獲得光榮所預定的; (aiōn )
ἀλλὰ λαλοῦμεν ˚Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ ˚Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν· (aiōn )
8 今世有權勢的人中沒有一個認識她,因為如果他們認識了,決不至於將光榮的主釘在十字架上。 (aiōn )
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν ˚Κύριον τῆς δόξης ἐσταύρωσαν· (aiōn )
9 經上這樣記載說:『天主為愛祂的人所準備的,是眼所未見,耳所未聞,心所未想到的。』
ἀλλὰ καθὼς γέγραπται, “Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ ˚Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.”
10 可是又主藉著聖神將這一切啟示給我們了,因為聖神洞察一切,就連天主的深奧事理也洞悉。
Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ ˚Θεὸς διὰ τοῦ ˚Πνεύματος, τὸ γὰρ ˚Πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ ˚Θεοῦ.
11 除了人內裏的心神外,有誰能知道那人的事呢?同樣,除了天主聖神外,誰也不能明瞭天主的事。
Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ ˚Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ.
12 我們所領受的,不是這世界的精神,而是出於天主的聖神,為使我們能明瞭天主所賜與我們的一切。
Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ ἐκ τοῦ ˚Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ ˚Θεοῦ χαρισθέντα ἡμῖν.
13 為此,我們宣講,並不用人的智慧所教的言詞,而是用聖神所教的言詞,給屬神的人講論屬神的事。
Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ˚Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
14 然而屬血氣的人,不能領受天主聖神的事,因為為他是愚妄;他也不能領悟,因為這些事只有藉聖神才可審斷。
Ψυχικὸς δὲ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ ˚Πνεύματος τοῦ ˚Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.
15 惟有屬神的人能審斷一切,但他卻不為任何人所審斷。
Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ἀνακρίνεται.
16 經上說:『誰知道上主的心意,去指教祂呢?』可是我們有基督的心意。
“Τίς” γὰρ “ἔγνω νοῦν ˚Κυρίου, ὃς συμβιβάσει αὐτόν;” Ἡμεῖς δὲ νοῦν ˚Χριστοῦ ἔχομεν.