< 歷代志上 16 >
1 [獻祭慶祝]他們將上主的約櫃抬來,安置在達味所搭的帳幕內,然後在天主前奉獻了全燔祭和和平祭。
καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ
2 達味獻完了全燔祭和和平祭,奉上主的名祝福了百姓;
καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου
3 以後分給全以色列,不論男女,每人一塊餅,一塊肉,一塊葡萄乾餅。派定約櫃的職務
καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην
4 達味又派定了一些肋未人,在上主的約櫃前供職,叫他們讚美、稱謝、頌揚上主,以色列的天主:
καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ
5 為首的是阿撒夫、則加黎雅為副,其次是烏黎耳、舍米辣摩特、耶希耳、瑪提提雅、厄里阿布、貝納雅、敖貝得、厄東和耶依耳;他們鼓瑟彈琴,阿撒夫敲鈸。
Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν
6 司祭貝納雅和雅哈齊耳在天主的約櫃前,不斷吹號筒。
καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ
7 那一天,達味初次任命阿撒夫及其同族兄弟,向上主唱這首稱謝歌:「
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ
8 你們要稱謝上主,呼號他的聖名,在萬民中宣揚他的功行。
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ
ᾄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν κύριος
αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ
11 你們要尋求上主和他的德能,要時時尋求他的面容。
ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός
12 天主的僕人以色列的後裔,天主的被選者雅各伯的子孫,
μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ
13 你們要記憶他所行的奇事,他的異蹟和他口中的斷語。
σπέρμα Ισραηλ παῖδες αὐτοῦ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ
αὐτὸς κύριος ὁ θεὸς ἡμῶν ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ
μνημονεύων εἰς αἰῶνα διαθήκης αὐτοῦ λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς
ὃν διέθετο τῷ Αβρααμ καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ισαακ
ἔστησεν αὐτὸν τῷ Ιακωβ εἰς πρόσταγμα τῷ Ισραηλ διαθήκην αἰώνιον
18 說我必將客納罕地賜給你,作為你們的一分產業。
λέγων σοὶ δώσω τὴν γῆν Χανααν σχοίνισμα κληρονομίας ὑμῶν
19 當時他雖然人丁有限,數目稀少,還在作那地的旅客,
ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ
καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
21 他不但為容許任何人壓迫他們,而且為了他們,還懲戒列王說:
οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
μὴ ἅψησθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ
24 在列邦中傳述他的光榮,在萬民中闡揚他的奇事。
25 因為上主是偉大的,應極受讚美,應受敬畏超越眾神。
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν
δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ
28 萬邦各族啊! 你們應將光榮能力歸於上主,都歸於上主;
δότε τῷ κυρίῳ πατριαὶ τῶν ἐθνῶν δότε τῷ κυρίῳ δόξαν καὶ ἰσχύν
29 應將上主的各應得的尊榮,歸於上主,帶著獻儀到他面前,以聖潔的華飾敬拜上主。
δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ
30 大地在他面前應該戰慄,是他使世界堅立,不致動搖。
φοβηθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ κατορθωθήτω ἡ γῆ καὶ μὴ σαλευθήτω
31 願諸天喜樂,願大地歡騰,願人在列族中說:上主為王!
εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν κύριος βασιλεύων
32 願滄海及充滿其中的一切,澎湃作響;願田疇和田間的一切,歡欣踴躍!
βομβήσει ἡ θάλασσα σὺν τῷ πληρώματι καὶ ξύλον ἀγροῦ καὶ πάντα τὰ ἐν αὐτῷ
33 願森林中的樹木,在上主面前歡呼歌唱! 因為他已降臨審判大地。
τότε εὐφρανθήσεται τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου ὅτι ἦλθεν κρῖναι τὴν γῆν
34 你們應當稱謝上主,因為他是至善的,因為他的仁慈永遠常存。
ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
35 你們要說:拯救我們的天主,拯救我們;從異民中召集我們,救出我們,好讓我們稱頌你的聖名,以讚美你為驕傲。
καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου
36 上主,以色列的天主,應受讚美,從永遠直到永遠」全體人民答說:「阿們。願上主受讚美! 」[規定約櫃與帳幕前的禮儀]
εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ
37 以後,達味在那裏,即在上主的約櫃前,委派阿撒夫及其兄弟,天天按照規定,不斷在約櫃前供職;
καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν
38 還有敖貝得厄東和他的同族兄弟六十八人。又派耶杜通的兒子敖貝得厄東,還有曷撒為守衛。
καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς
39 派司祭匝多克與其弟兄眾司祭,在基貝紅高處上主的帳幕前,
καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων
40 在全燔祭壇上,每日早晚按照上主法律書上吩咐以色列所寫的,常向上主獻全燔祭。
τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ
41 與他們一起的,還有赫曼、耶杜通及其他被選登記的人,專為稱頌上主:「因為他的仁慈永遠常存。」
καὶ μετ’ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
42 他們吹號敲鈸,演奏各種樂器,歌頌天主。耶杜通的兒子作守衛。
καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην
43 以後,民眾各自回家,達味也回去祝福自己的家。
καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπέστρεψεν Δαυιδ τοῦ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ