< 马太福音 5 >

1 耶稣看见公众纷涌而至跟随他,于是走上山,与门徒们围在一起。
Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 他开始教导他们:
Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς λέγων,
3 “认为自己心灵贫瘠之人有福了,因为天国是他们的。
“Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
4 心中哀痛之人有福了,因他们必会获得安慰。
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
5 善良之人有福了,因他们将拥有整个世界。
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
6 期盼正确之人有福了,因他们的愿望必将获得满足。
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
7 心怀悲悯之人有福了,因他们将获得上帝的怜悯。
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 思想纯净之人有福了,因他们必将看到上帝。
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν ˚Θεὸν ὄψονται.
9 致力于和平之人有福了,因他们将成为上帝之子。
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ ˚Θεοῦ κληθήσονται.
10 因正确行事而遭迫害之人有福了,因为天国是他们的。
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν.
11 如你们因我而受到辱骂,受到迫害,被各种捏造的毁谤所污蔑,你们有福了。
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθʼ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
12 你们应当快乐,真正的欢喜,你们将收到上天极大的赏赐——因为他们也是这样逼迫在你们之前的先知。
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 你们便是大地的食盐;如盐失了其咸味,怎么还能叫它再咸呢。它会毫无用处,唯有丢到外面任人践踏。
Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω, καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14 你们便是这世上的光。城市立于山上,就无法隐藏。
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.
15 人们点灯,不会将其放在桶的下面,而是要放在灯台上,为房子中的每个人带来光亮。
Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλʼ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
16 同样,你应该让你的光照于每个人面前,让他们看到你所做的善事并赞美你的天父。。
Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 不要认为我来是要废除律法和先知之文,我来此不为废除它们,而是为了成就它们。
Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
18 我向你们保证,纵使天地走到尽头,但只要一切尚未成就圆满,律法的字句就不会损失分毫。
Ἀμὴν, γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
19 因此,无论是谁,即使废除诫命中最微不足道的一条,然后让其他人也这么做,那么他在天国中必然是最微小之人。但若有人遵行所有诫命,教导其他人也这样做,他在天国中必被成为伟大之人。
Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὃς δʼ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.
20 我告诉你们,你们的正义 如果不能胜过宗教老师和法利赛人,便注定无法进入天国。
Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.
21 你们听过古时候有这样的律法教诲众人:不可杀人,杀人者必被判罪。
Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‘“Οὐ φονεύσεις”, ὃς δʼ, ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.’
22 可我要说的是,向兄弟发怒的人也会被判有罪。一个人若称其兄弟愚蠢,必被公开审判;一个人或在言语上虐待其他人,必将难逃哥和拿之火。 (Geenna g1067)
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δʼ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‘Ῥακά’, ἔνοχος ἔσται τῷ Συνεδρίῳ· ὃς δʼ ἂν εἴπῃ, ‘Μωρέ’, ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός. (Geenna g1067)
23 所以你在圣坛上献供物之时,如果想起你的兄弟对你不满,
Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
24 那么请在圣坛前放下供物,先与兄弟和好,然后再来献供。
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου. Καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου.
25 如果你在去法庭的路上,赶快和告你的人和解。否则他会把你交给法官,法官把你交给警官,让你坐牢。
Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ μετʼ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ.
26 实话告诉你们,直到你付掉最后一文钱,你都不能从那里出来。
Ἀμὴν, λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 你们也听过律法这样的命令:不可奸淫。
Ἠκούσατε ὅτι ἐρρέθη, ‘Οὐ μοιχεύσεις.’
28 可我要告诉你们的是,若你在见到女性时心生淫念,你的心便已对她犯了奸淫之罪。
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 若是你的右眼导致你犯罪,就把它挖出来丢掉;宁可失去一部分躯体,也好于全身被丢入哥和拿。 (Geenna g1067)
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. (Geenna g1067)
30 若你的右手犯罪,就把它砍下来丢掉;宁可失去一部分躯体,也好于全身被丢入哥和拿。 (Geenna g1067)
Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς Γέενναν ἀπέλθῃ. (Geenna g1067)
31 律法还规定:男人若休妻,应当给她出休书。
Ἐρρέθη δέ, ‘Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.’
32 但我要说的是,如不是因她不贞而休妻,就是让她去犯奸淫之罪;无论谁娶了被休的妇人,也是做出了奸淫行为。
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
33 你还听说过很久以前有这样的律法:不可说违背心意之语。你承诺主的誓言必要兑现。
Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‘Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ ˚Κυρίῳ τοὺς ὅρκους σου.’
34 可我要说,任何时候都不要发誓,不可指天发誓,因天为上帝的王座;
Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ ˚Θεοῦ·
35 不可指地发誓,因为地是上帝的脚凳;不可指耶路撒冷发誓,因为它是伟大国王的城市;
μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως·
36 不可指着自己的头发誓,因你无法让任何一根头发变白或变黑。
μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.
37 只需回答‘是’或‘否’,再多说一句就来自恶魔。
Ἔστω δὲ ὁ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 你们也听过这样的律法:以眼还眼,以牙还牙。
Ἠκούσατε ὅτι ἐρρέθη, ‘Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.’
39 可我要说,不要与恶人对抗,若有人打你右脸,将另一边转过来让他打;
Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλʼ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα, σου στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
40 若有人到法庭控告你,想拿走你的衣衫,那就把外套也给他好了。
καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
41 若有人要强迫你走一里路,就陪他走两里。
καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετʼ αὐτοῦ δύο.
42 若有求你,就给他想要的;若有人想从你处借走什么,不要拒绝。
Τῷ αἰτοῦντί σε, δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι, μὴ ἀποστραφῇς.
43 你们听过这样的律法:爱你的邻居,憎恨你的仇敌。
Ἠκούσατε ὅτι ἐρρέθη, ‘“Ἀγαπήσεις τὸν πλησίον σου”, καὶ μισήσεις τὸν ἐχθρόν σου.’
44 可是我要告诉你:要爱你的仇敌,为迫害你的人祈祷,
Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
45 这样你才能成为天父的孩子。因天父让太阳照耀好人也照耀恶人;赐雨给正义之人,也给不义之人。
ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
46 如果只爱那些爱你之人,你又会得到什么好处?税吏不也是这样做的吗?
Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
47 如果你们只与家人温言细语,你和其他人又有何区别?任何异教徒都会这样做!
Καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
48 所以你们要成长,成为真正值得信赖之人,一如你们的天父般值得信赖。”
Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.

< 马太福音 5 >