< 雅各书 3 >

1 我的朋友们,你们中不应有太多人去传授,因为你们知道,我们是谁做教师的人在审判的时候会承担更沉重的责任。
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα λημψόμεθα.
2 我们在许多的事上都有过错,如有人在言语上没有过错,他就是真正的好人,也能够控制其整个身体。
πολλὰ γὰρ πταίομεν ἅπαντες· εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3 我们把嚼环放入马嘴,让它们驯服,借此驾驭它们的整个身体。
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στό ματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4 再看看船,船只虽然很大,又会受到狂风摧残,但舵手只用小小的舵,就可以随意操纵船身。
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται.
5 同理,舌头虽然只是身体的一个小器官,却会说出夸大之语。想想一个小小的火种,就可以烧毁整个森林;
οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστίν, καὶ μεγάλα αὐχεῖ. ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
6 舌头就是火!在身体的各个器官中,舌头就是那邪恶世界,它会让你整个人蒙羞,烧毁你整个生命,因为那是被哥和拿之火所点燃。 (Geenna g1067)
καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης· (Geenna g1067)
7 人类可以驯服所有飞禽走兽、爬行动物和水生物,
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
8 但没有人能够驯服舌头;它是难以控制的恶物,充满了致命毒素。
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9 我们用它赞美我们的主和天父,也用它来咒诅按上帝形象造出的人。
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας·
10 同一张嘴,又称颂主,又咒诅人,我的朋友们,这不应该!
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
11 一个泉眼中能同时涌出甜水和苦水吗?
μή τι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12 我的朋友们,无花果树能结橄榄吗?葡萄树能长无花果吗?咸水也不能生出甜水!
μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
13 你们中间如有人有智慧、有见识,让他们用美好的生活展示自己的行为,用智慧的善良和周全的考量,做正义良善之事。
Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
14 如果你们心中有刻薄的嫉妒,还有自私的野心,就不能对其夸口,不可用说谎反对真理。
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
15 这种“智慧”并非来自天上,而是人间的、非灵性的、恶魔的“智慧。”
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος ψυχικὴ δαιμονιώδης.
16 凡有嫉妒和自私的地方,就必有纷扰和各种恶行。
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17 但来自天上的智慧,首先是纯洁的,可带来和平。它善良,接受合理的想法,里面满是恩慈和善果,真实而没有虚伪。
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ ἐπιεικὴς εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
18 那些种下和平之人,其真正的正直良善,也将让他收获和平果实。
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

< 雅各书 3 >