< 希伯来书 6 >

1 所以,不要困于关于基督的基本教义,而是要努力成长为更成熟的理解。不需要再去重温忏悔过去所作所为的想法、关于信上帝、
Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν,
2 或关于洗礼、按手礼、死人复活和永远审判的教义。 (aiōnios g166)
βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου. (aiōnios g166)
3 只要上帝允许,我们就这样作。
καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
4 因为一个人如果曾理解和经历上帝的天堂恩赐、曾分享过圣灵、
ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου
5 曾知晓上帝正直良善之道以及在来世的力量, (aiōn g165)
καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, (aiōn g165)
6 然后完全抛弃上帝, 就不可能再让他们重新悔改了,因为他们亲自把上帝之子再次钉在十字架上,公然羞辱他。
καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
7 这就像一块地,以雨水浇灌,为种植土地之人生出粮食,就是获得上帝的祝福。
γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ·
8 但如果这块地只生出野草和荆棘,就没有价值了,几乎等于被定罪,最终能做的就是将其焚烧。
ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9 但亲爱的朋友们,我们虽然这样说,却深信你们会做得更好,你们会得到救赎。
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
10 因为上帝并不是不公义,他没有忘记了你们做过的一切,以及你们以他之名所表现的爱心,以前服侍过信徒,现在仍在这样做。
οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11 我们希望你们每个人都表现同样的热诚,相信上帝的希望,直到它实现。
ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
12 在精神上不要懒惰,而是要效法那些通过信上帝和耐心、让上帝承诺变成现实的人。
ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13 上帝承诺亚伯拉罕时,因为没有比他更伟大之人可以指着起誓,他就指着自己起誓,
Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ,
14 说:“我必定赐福给你,必定让你后代满堂。”
λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
15 于是亚伯拉罕耐心等待,这承诺终于办成现实。
καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
16 人都要指着比自己更伟大的发誓。如果他们中间有什么纠纷,这誓言就像是一锤定音,解决这些纠纷。
ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17 上帝也是通过发誓,向那些获得承诺之人更清楚地表明,他的心意不会更改。
ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18 所以这两件事是不能更改的,因为上帝是决不说谎。因此,我们这些为安全而逃亡之人,完全可以相信,抓紧上帝呈现给我们的希望。
ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19 这希望就像灵魂的锚,又确定又坚固,引领我们穿越帐幔走到上帝面前。
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20 耶稣已代表我们去了那里,因为他已经按照麦基洗德的次序成为大祭司。 (aiōn g165)
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. (aiōn g165)

< 希伯来书 6 >