< Ephesians 5 >

1 Huza Rji na mrli ma wa ani son ba'a.
Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά·
2 Ndi zren ni son, towa kristi santa nda nu tuma ni tu mbua.
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 Ndu tie kan, ni kpe bi shan, na he ni mi mbi na bana kpi ni ndi ndi ni bi wa ba kpa tre Rjia na.
πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·
4 Ndu tre ugbran sron, ni srantre ruru ma nahe ni mi mbina, bana kpi ndi ndi na. ki tie kpe u ngyri
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 Bi to, ndi bi tie kan kpe meme, tie shishi bi hu kpi bi brji bana heni bubu u son ni ko Rji na.
τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ.
6 Na ndu njiori gyruyi nitre u megan na, iki ni ndu Rji tie fu ni bi kawo trema (hanton).
μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 Nakima bi jana huba na.
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
8 Bina bi bwu, u zizan bihe bi kpan ni mi Baci, biku zren na mrli bi kpan.
ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·
9 I klo u kpan he ni kpe ndindi tsratsra, ni janji,
(ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ)·
10 ni kpatron wa Baci ni son'a
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
11 na katu kabi ni klo bi memema na ni klo bi bwu, ngran ba yora.
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
12 Ahi kpe u shan ni hla kpi wa batie ni bwu'a
τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.
13 Ikpe nita ngranyo ni kpan, baka to ndindime.
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται·
14 Ikpe wa batoa, ahi kpan. Nakima, batre ndi wlunde, biyi wa bisi kruna, ndi wlu ni khyu, u kristi ni kpan ni mi me
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν· διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.
15 Zren ni wrli, na zren na biwa bana wrli'a na zren na biwa ba wrli'a.
Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί,
16 Ta mlan zren mbi tie ni ton yi ngbu ngblu'a nani na.
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17 na kati ruru na to kpe w Irji ni sona
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.
18 Na hwa ma inabi na, ani ndu ndi katie meme, ndu Brji tsratsra shu ni yuwuu.
καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
19 Tre ni kpambi ni zabura ni se u brji tsratsra.
λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες [ἐν] τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20 Ngyri cacuu ni kpe wawuu, ni mi nde Baci Yesu kristi ru Rji tie mbu.
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί·
21 Ndi ta ya kpambi ni sron ubi ni ndu wa bitie ni kristia.
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ.
22 Imba kpa y'me ni ba lon mbi na ni Baci.
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέ σθωσαν ὡς τῷ κυρίῳ·
23 Lilon atu uwa nawa kristi hi tu iklisiyaa.
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·
24 Wa iklisiya ni nu Baci tuma, imba game banu ba lon ba tumba.
ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
25 Lilon son mbabi na wa kristi son iklisiya nda nu tuma ni wua.
οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·
26 a tite toki nda glau, na seu ni mma ni tre ma.
ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27 Nda nu tuma iklisiya ndindi, hamma ni shugru ni kpe bibi kima, ndu he tsra trame hamma ni latre
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον, τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 Ni kon riri me ndu lilon son mba mba na kpambor lilon wa a son wwama, ason kpama.
οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
29 Injio na kran kpama na, ani mlanu tie, nawa kristi mlan iklisiya tiea.
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ χριστὸς τὴν ἐκκλησίαν·
30 don kihi nghama kpama.
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ,
31 Ahi ki ndu lilon ni ka tie ma, ni yima don nda kabi ni wama, hamba, ba kati kpa riri.
Ἀντὶ τούτου καταλείψει ἄνθρωπος πατέρα καὶ μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32 Gbonji treyi riri (hidden) misi tre nitu kristi ni iklisiya.
τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33 Toki, gbi gbi wawumbiu son wame na tume, gbigbi iwa ni nu lonma nikon
πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

< Ephesians 5 >