< मथिः 11 >

1 इत्थं यीशुः स्वद्वादशशिष्याणामाज्ञापनं समाप्य पुरे पुर उपदेष्टुं सुसंवादं प्रचारयितुं तत्स्थानात् प्रतस्थे।
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
2 अनन्तरं योहन् कारायां तिष्ठन् ख्रिष्टस्य कर्म्मणां वार्त्तं प्राप्य यस्यागमनवार्त्तासीत् सएव किं त्वं? वा वयमन्यम् अपेक्षिष्यामहे?
Ὁ δὲ Ἰωάνης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
3 एतत् प्रष्टुं निजौ द्वौ शिष्यौ प्राहिणोत्।
εἶπεν αὐτῷ Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
4 यीशुः प्रत्यवोचत्, अन्धा नेत्राणि लभन्ते, खञ्चा गच्छन्ति, कुष्ठिनः स्वस्था भवन्ति, बधिराः शृण्वन्ति, मृता जीवन्त उत्तिष्ठन्ति, दरिद्राणां समीपे सुसंवादः प्रचार्य्यत,
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάνει ἃ ἀκούετε καὶ βλέπετε·
5 एतानि यद्यद् युवां शृणुथः पश्यथश्च गत्वा तद्वार्त्तां योहनं गदतं।
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
6 यस्याहं न विघ्नीभवामि, सएव धन्यः।
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7 अनन्तरं तयोः प्रस्थितयो र्यीशु र्योहनम् उद्दिश्य जनान् जगाद, यूयं किं द्रष्टुं वहिर्मध्येप्रान्तरम् अगच्छत? किं वातेन कम्पितं नलं?
Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάνου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
8 वा किं वीक्षितुं वहिर्गतवन्तः? किं परिहितसूक्ष्मवसनं मनुजमेकं? पश्यत, ये सूक्ष्मवसनानि परिदधति, ते राजधान्यां तिष्ठन्ति।
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων.
9 तर्हि यूयं किं द्रष्टुं बहिरगमत, किमेकं भविष्यद्वादिनं? तदेव सत्यं। युष्मानहं वदामि, स भविष्यद्वादिनोपि महान्;
ἀλλὰ τί ἐξήλθατε; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
10 यतः, पश्य स्वकीयदूतोयं त्वदग्रे प्रेष्यते मया। स गत्वा तव पन्थानं स्मयक् परिष्करिष्यति॥ एतद्वचनं यमधि लिखितमास्ते सोऽयं योहन्।
οὗτός ἐστιν περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11 अपरं युष्मानहं तथ्यं ब्रवीमि, मज्जयितु र्योहनः श्रेष्ठः कोपि नारीतो नाजायत; तथापि स्वर्गराज्यमध्ये सर्व्वेभ्यो यः क्षुद्रः स योहनः श्रेष्ठः।
ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάνου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
12 अपरञ्च आ योहनोऽद्य यावत् स्वर्गराज्यं बलादाक्रान्तं भवति आक्रमिनश्च जना बलेन तदधिकुर्व्वन्ति।
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάνου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
13 यतो योहनं यावत् सर्व्वभविष्यद्वादिभि र्व्यवस्थया च उपदेशः प्राकाश्यत।
πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάνου ἐπροφήτευσαν·
14 यदि यूयमिदं वाक्यं ग्रहीतुं शक्नुथ, तर्हि श्रेयः, यस्यागमनस्य वचनमास्ते सोऽयम् एलियः।
καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλείας ὁ μέλλων ἔρχεσθαι.
15 यस्य श्रोतुं कर्णौ स्तः स शृणोतु।
ὁ ἔχων ὦτα ἀκουέτω.
16 एते विद्यमानजनाः कै र्मयोपमीयन्ते? ये बालका हट्ट उपविश्य स्वं स्वं बन्धुमाहूय वदन्ति,
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις
17 वयं युष्माकं समीपे वंशीरवादयाम, किन्तु यूयं नानृत्यत; युष्माकं समीपे च वयमरोदिम, किन्तु यूयं न व्यलपत, तादृशै र्बालकैस्त उपमायिष्यन्ते।
λέγουσιν Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε·
18 यतो योहन् आगत्य न भुक्तवान् न पीतवांश्च, तेन लोका वदन्ति, स भूतग्रस्त इति।
ἦλθεν γὰρ Ἰωάνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν Δαιμόνιον ἔχει.
19 मनुजसुत आगत्य भुक्तवान् पीतवांश्च, तेन लोका वदन्ति, पश्यत एष भोक्ता मद्यपाता चण्डालपापिनां बन्धश्च, किन्तु ज्ञानिनो ज्ञानव्यवहारं निर्दोषं जानन्ति।
ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς.
20 स यत्र यत्र पुरे बह्वाश्चर्य्यं कर्म्म कृतवान्, तन्निवासिनां मनःपरावृत्त्यभावात् तानि नगराणि प्रति हन्तेत्युक्ता कथितवान्,
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
21 हा कोरासीन्, हा बैत्सैदे, युष्मन्मध्ये यद्यदाश्चर्य्यं कर्म्म कृतं यदि तत् सोरसीदोन्नगर अकारिष्यत, तर्हि पूर्व्वमेव तन्निवासिनः शाणवसने भस्मनि चोपविशन्तो मनांसि परावर्त्तिष्यन्त।
Οὐαί σοι, Χοραζείν· οὐαί σοι, Βηθσαϊδάν· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
22 तस्मादहं युष्मान् वदामि, विचारदिने युष्माकं दशातः सोरसीदोनो र्दशा सह्यतरा भविष्यति।
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
23 अपरञ्च बत कफर्नाहूम्, त्वं स्वर्गं यावदुन्नतोसि, किन्तु नरके निक्षेप्स्यसे, यस्मात् त्वयि यान्याश्चर्य्याणि कर्म्मण्यकारिषत, यदि तानि सिदोम्नगर अकारिष्यन्त, तर्हि तदद्य यावदस्थास्यत्। (Hadēs g86)
καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως Ἅιδου καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον. (Hadēs g86)
24 किन्त्वहं युष्मान् वदामि, विचारदिने तव दण्डतः सिदोमो दण्डो सह्यतरो भविष्यति।
πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
25 एतस्मिन्नेव समये यीशुः पुनरुवाच, हे स्वर्गपृथिव्योरेकाधिपते पितस्त्वं ज्ञानवतो विदुषश्च लोकान् प्रत्येतानि न प्रकाश्य बालकान् प्रति प्रकाशितवान्, इति हेतोस्त्वां धन्यं वदामि।
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
26 हे पितः, इत्थं भवेत् यत इदं त्वदृष्टावुत्तमं।
ναί, ὁ Πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
27 पित्रा मयि सर्व्वाणि समर्पितानि, पितरं विना कोपि पुत्रं न जानाति, यान् प्रति पुत्रेण पिता प्रकाश्यते तान् विना पुत्राद् अन्यः कोपि पितरं न जानाति।
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
28 हे परिश्रान्ता भाराक्रान्ताश्च लोका यूयं मत्सन्निधिम् आगच्छत, अहं युष्मान् विश्रमयिष्यामि।
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
29 अहं क्षमणशीलो नम्रमनाश्च, तस्मात् मम युगं स्वेषामुपरि धारयत मत्तः शिक्षध्वञ्च, तेन यूयं स्वे स्वे मनसि विश्रामं लप्स्यध्बे।
ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
30 यतो मम युगम् अनायासं मम भारश्च लघुः।
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

< मथिः 11 >