< Jāņa Evaņg̒elijs 10 >
1 Patiesi, patiesi, Es jums saku: kas neieiet pa durvīm avju kūtī, bet kāpj citur kur iekšā, tas ir zaglis un slepkava.
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·
2 Bet kas ieiet pa durvīm, tas ir tas avju gans.
ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.
3 Tam tas durvju sargs atver, un tās avis klausa viņa balsi, un viņš savas avis sauc pie vārda un tās izved.
τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά.
4 Un kad viņš savas avis izlaidis, tad tas iet viņu priekšā; un tās avis tam iet pakaļ, jo tās viņa balsi pazīst.
ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ.
5 Bet svešam tās neiet pakaļ, bet bēg no tā, jo tās tā svešā balsi nepazīst.”
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν.
6 Šo līdzību Jēzus uz tiem sacīja; bet tie nesaprata, kas tas bija, ko Viņš uz tiem runāja.
Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ᾖ ἃ ἐλάλει αὐτοῖς.
7 Tad Jēzus atkal uz tiem sacīja: “Patiesi, patiesi, Es jums saku: Es esmu tās durvis pie tām avīm.
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8 Visi, kas priekš Manis nākuši, tie bijuši zagļi un slepkavas, bet tās avis tiem nav klausījušas.
πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9 Es esmu tās durvis; ja kas caur Mani ieiet, tas taps svēts, un tas ieies un izies un atradīs ganības.
ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
10 Zaglis nenāk kā vien gribēdams zagt, žņaugt un nokaut; Es esmu nācis, ka tiem būtu dzīvība un viss papilnam.
ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
11 Es esmu tas labais gans: labais gans dod Savu dvēseli par tām avīm.
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.
12 Bet derēts gans, kas nav īstais gans, kam tās avis nepieder, redz vilku nākam un tās avis atstāj un bēg, un vilks tās sakampj un izklīdina.
ὁ μισθωτὸς [δὲ] καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει.
13 Bet tas derētais gans bēg, tāpēc ka viņš derēts, un nebēdā par tām avīm.
ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14 Es esmu tas labais gans un pazīstu Savas avis, un tās Mani pazīst.
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκουσίν με τὰ ἐμά,
15 Itin kā Mani Tas Tēvs pazīst, tāpat arī Es To Tēvu pazīstu; un Es dodu Savu dzīvību par tām avīm.
καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
16 Man arī vēl citas avis, tās nav no šīs kūts. Arī tās Man būs atvest; un tās dzirdēs Manu balsi, un būs viens pats ganāmpulks, viens pats gans.
καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
17 Tāpēc Tas Tēvs Mani mīl, kā Es Savu dzīvību dodu, lai Es to atkal ņemu.
διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18 Neviens to neņem no Manis, bet Es to dodu no Sevis. Man ir vara, to dot, un Man ir vara, to atkal ņemt. Šo likumu Es esmu dabūjis no Sava Tēva.”
οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 Tad atkal šķelšanās cēlās starp tiem Jūdiem šo vārdu dēļ.
Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20 Jo daudz no tiem sacīja: “Viņam ir velns un Viņš ir traks; ko jūs Viņu klausāt?”
ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21 Citi sacīja: “Šie vārdi nav velna apsēsta vārdi; vai velns akliem acis var atdarīt?”
ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;
22 Un Jeruzālemē bija Dieva nama iesvētīšanas svētki, un bija ziema.
Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις· χειμὼν ἦν,
23 Un Jēzus staigāja Dieva namā, Salamana priekšnamā.
καὶ περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
24 Tad tie Jūdi Viņu apstāja un uz Viņu sacīja: “Cik ilgi Tu mūsu dvēseles kavē? Ja Tu esi Kristus, tad saki mums to skaidri.”
ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παῤῥησίᾳ.
25 Jēzus tiem atbildēja: “Es jums to esmu sacījis, un jūs neticat. Tie darbi, ko Es daru Sava Tēva vārdā, šie dod liecību par Mani.
ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς, Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
26 Bet jūs neticat, jo jūs neesat no Manām avīm, kā Es jums esmu sacījis.
ἀλλὰ ὑμεῖς οὐ πιστεύετε· ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν.
27 Manas avis Manu balsi klausa, un Es tās pazīstu, un tās Man iet pakaļ.
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι,
28 Un Es tām dodu mūžīgu dzīvību, un tās ne mūžam neies bojā, un neviens tās neizraus no Manas rokas. (aiōn , aiōnios )
κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. (aiōn , aiōnios )
29 Mans Tēvs, kas Man tās devis, ir lielāks pār visiem, un neviens tās nevar izraut no Mana Tēva rokas.
ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός [μου].
30 Es un Tas Tēvs, mēs esam viens.”
ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Tad tie Jūdi atkal pacēla akmeņus, Viņu nomētāt.
Ἐβάστασαν [οὖν] πάλιν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν.
32 Jēzus tiem atbildēja: “Daudz labus darbus Es jums esmu rādījis no Sava Tēva; kura darba dēļ jūs Mani mētājiet ar akmeņiem?”
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός [μου]· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε;
33 Tie Jūdi Viņam atbildēja un sacīja: “Laba darba dēļ mēs Tevi nemētājam, bet zaimošanas dēļ un ka Tu cilvēks būdams pats Sevi dari par Dievu.”
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
34 Jēzus tiem atbildēja: “Vai jūsu bauslībā nav rakstīts: Es esmu sacījis, jūs esat dievi;
ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε;
35 Kad tā nu tos sauca par dieviem, uz kuriem Dieva vārds ir noticis, un to rakstu nevar atmest,
εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
36 Ko tad jūs sakāt uz Mani, ko Tas Tēvs svētījis un pasaulē sūtījis: Tu Dievu zaimo; tāpēc ka Es esmu sacījis: Es esmu Dieva Dēls?
ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ θεοῦ εἰμι;
37 Ja Es Sava Tēva darbus nedaru, tad neticiet Man.
εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
38 Bet ja Es tos daru, tad, ja nu neticat Man, tad ticat jel tiem darbiem, lai jūs atzīstat un ticat, ka Tas Tēvs ir iekš Manis, un Es iekš Viņa.”
εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
39 Tad tie atkal Viņu meklēja gūstīt, bet Viņš izgāja no viņu rokām.
Ἐζήτουν [οὖν] πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν,
40 Un Viņš atkal cēlās pāri Jardānai uz to vietu, kur Jānis iesākumā kristīja, un palika tur.
καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάνης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
41 Un daudz pie Viņa nāca un sacīja: “Jebšu Jānis nav darījis nevienas brīnuma zīmes, tomēr viss, ko Jānis par Šo sacījis, tas ir tiesa.”
καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι Ἰωάνης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάνης περὶ τούτου ἀληθῆ ἦν.
42 Un daudzi tur ticēja uz Viņu.
Καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.