< איוב 16 >

ויען איוב ויאמר 1
ὑπολαβὼν δὲ Ιωβ λέγει
שמעתי כאלה רבות מנחמי עמל כלכם 2
ἀκήκοα τοιαῦτα πολλά παρακλήτορες κακῶν πάντες
הקץ לדברי-רוח או מה-ימריצך כי תענה 3
τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ
גם אנכי-- ככם אדברה לו יש נפשכם תחת נפשי-- אחבירה עליכם במלים ואניעה עליכם במו ראשי 4
κἀγὼ καθ’ ὑμᾶς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς εἶτ’ ἐναλοῦμαι ὑμῖν ῥήμασιν κινήσω δὲ καθ’ ὑμῶν κεφαλήν
אאמצכם במו-פי וניד שפתי יחשך 5
εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
אם-אדברה לא-יחשך כאבי ואחדלה מה-מני יהלך 6
ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
אך-עתה הלאני השמות כל-עדתי 7
νῦν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
ותקמטני לעד היה ויקם בי כחשי בפני יענה 8
καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
אפו טרף וישטמני--חרק עלי בשניו צרי ילטש עיניו לי 9
ὀργῇ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ’ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ’ ἐμοὶ ἔπεσεν
פערו עלי בפיהם--בחרפה הכו לחיי יחד עלי יתמלאון 10
ἀκίσιν ὀφθαλμῶν ἐνήλατο ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ’ ἐμοί
יסגירני אל אל עויל ועל-ידי רשעים ירטני 11
παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
שלו הייתי ויפרפרני-- ואחז בערפי ויפצפצני ויקימני לו למטרה 12
εἰρηνεύοντα διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
יסבו עלי רביו-- יפלח כליותי ולא יחמל ישפך לארץ מררתי 13
ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου
יפרצני פרץ על-פני-פרץ ירץ עלי כגבור 14
κατέβαλόν με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
שק תפרתי עלי גלדי ועללתי בעפר קרני 15
σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη
פני חמרמרה (חמרמרו) מני-בכי ועל עפעפי צלמות 16
ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ ἐπὶ δὲ βλεφάροις μου σκιά
על לא-חמס בכפי ותפלתי זכה 17
ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
ארץ אל-תכסי דמי ואל-יהי מקום לזעקתי 18
γῆ μὴ ἐπικαλύψῃς ἐφ’ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῇ κραυγῇ μου
גם-עתה הנה-בשמים עדי ושהדי במרמים 19
καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
מליצי רעי אל-אלוה דלפה עיני 20
ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός
ויוכח לגבר עם-אלוה ובן-אדם לרעהו 21
εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ
כי-שנות מספר יאתיו וארח לא-אשוב אהלך 22
ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδῷ δέ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι

< איוב 16 >