< Προς Ρωμαιους 15 >

1 Ὀφείλομεν δὲ ἡμεῖς, οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
我们坚固的人应该担代不坚固人的软弱,不求自己的喜悦。
2 Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
我们各人务要叫邻舍喜悦,使他得益处,建立德行。
3 Καὶ γὰρ ὁ ˚Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, “Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, ἐπέπεσαν ἐπʼ ἐμέ.”
因为基督也不求自己的喜悦,如经上所记:“辱骂你人的辱骂都落在我身上。”
4 Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.
从前所写的圣经都是为教训我们写的,叫我们因圣经所生的忍耐和安慰可以得着盼望。
5 Ὁ δὲ ˚Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ˚Χριστὸν ˚Ἰησοῦν,
但愿赐忍耐安慰的 神叫你们彼此同心,效法基督耶稣,
6 ἵνα ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι, δοξάζητε τὸν ˚Θεὸν καὶ Πατέρα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
一心一口荣耀 神—我们主耶稣基督的父!
7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ ˚Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ ˚Θεοῦ.
所以,你们要彼此接纳,如同基督接纳你们一样,使荣耀归与 神。
8 Λέγω γὰρ ˚Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας ˚Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
我说,基督是为 神真理作了受割礼人的执事,要证实所应许列祖的话,
9 τὰ δὲ ἔθνη, ὑπὲρ ἐλέους δοξάσαι τὸν ˚Θεόν, καθὼς γέγραπται, “Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνόματί σου ψαλῶ.”
并叫外邦人因他的怜悯荣耀 神。如经上所记: 因此,我要在外邦中称赞你, 歌颂你的名;
10 Καὶ πάλιν λέγει, “Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.”
又说: 你们外邦人当与主的百姓一同欢乐;
11 Καὶ πάλιν, “Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν ˚Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.”
又说: 外邦啊,你们当赞美主! 万民哪,你们都当颂赞他!
12 Καὶ πάλιν Ἠσαΐας λέγει, “Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
又有以赛亚说: 将来有耶西的根, 就是那兴起来要治理外邦的; 外邦人要仰望他。
13 Ὁ δὲ ˚Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει ˚Πνεύματος Ἁγίου.
但愿使人有盼望的 神,因信将诸般的喜乐、平安充满你们的心,使你们借着圣灵的能力大有盼望!
14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
弟兄们,我自己也深信你们是满有良善,充足了诸般的知识,也能彼此劝戒。
15 Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ ˚Θεοῦ,
但我稍微放胆写信给你们,是要提醒你们的记性,特因 神所给我的恩典,
16 εἰς τὸ εἶναί με λειτουργὸν ˚Χριστοῦ ˚Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν ˚Πνεύματι Ἁγίῳ.
使我为外邦人作基督耶稣的仆役,作 神福音的祭司,叫所献上的外邦人,因着圣灵成为圣洁,可蒙悦纳。
17 Ἔχω οὖν τὴν καύχησιν ἐν ˚Χριστῷ ˚Ἰησοῦ τὰ πρὸς τὸν ˚Θεόν.
所以论到 神的事,我在基督耶稣里有可夸的。
18 Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο ˚Χριστὸς διʼ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
除了基督借我做的那些事,我什么都不敢提,只提他借我言语作为,用神迹奇事的能力,并圣灵的能力,使外邦人顺服;
19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει ˚Πνεύματος ˚Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ,
甚至我从耶路撒冷,直转到以利哩古,到处传了基督的福音。
20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη ˚Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
我立了志向,不在基督的名被称过的地方传福音,免得建造在别人的根基上。
21 ἀλλὰ καθὼς γέγραπται, “Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.”
就如经上所记: 未曾闻知他信息的,将要看见; 未曾听过的,将要明白。
22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
我因多次被拦阻,总不得到你们那里去。
23 Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
但如今,在这里再没有可传的地方,而且这好几年,我切心想望到西班牙去的时候,可以到你们那里,
24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
盼望从你们那里经过,得见你们,先与你们彼此交往,心里稍微满足,然后蒙你们送行。
25 Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
但现在,我往耶路撒冷去供给圣徒。
26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
因为马其顿和亚该亚人乐意凑出捐项给耶路撒冷圣徒中的穷人。
27 Εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
这固然是他们乐意的,其实也算是所欠的债;因外邦人既然在他们属灵的好处上有分,就当把养身之物供给他们。
28 Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν εἰς Σπανίαν.
等我办完了这事,把这善果向他们交付明白,我就要路过你们那里,往西班牙去。
29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας ˚Χριστοῦ, ἐλεύσομαι.
我也晓得,去的时候必带着基督丰盛的恩典而去。
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ ˚Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν ˚Θεόν,
弟兄们,我借着我们主耶稣基督,又借着圣灵的爱,劝你们与我一同竭力,为我祈求 神,
31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
叫我脱离在犹太不顺从的人,也叫我为耶路撒冷所办的捐项可蒙圣徒悦纳,
32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος ˚Θεοῦ, συναναπαύσωμαι ὑμῖν.
并叫我顺着 神的旨意,欢欢喜喜地到你们那里,与你们同得安息。
33 Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν!
愿赐平安的 神常和你们众人同在。阿们!

< Προς Ρωμαιους 15 >