< Προς Εβραιους 2 >

1 Διὰ τοῦτο, δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
所以,我们当越发郑重所听见的道理,恐怕我们随流失去。
2 Εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
那借着天使所传的话既是确定的;凡干犯悖逆的都受了该受的报应。
3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ ˚Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
我们若忽略这么大的救恩,怎能逃罪呢?这救恩起先是主亲自讲的,后来是听见的人给我们证实了。
4 συνεπιμαρτυροῦντος τοῦ ˚Θεοῦ σημείοις τε, καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ ˚Πνεύματος Ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
神又按自己的旨意,用神迹、奇事和百般的异能,并圣灵的恩赐,同他们作见证。
5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
我们所说将来的世界, 神原没有交给天使管辖。
6 Διεμαρτύρατο δέ πού τις λέγων, “Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
但有人在经上某处证明说: 人算什么,你竟顾念他? 世人算什么,你竟眷顾他?
7 Ἠλάττωσας αὐτὸν, βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
你叫他比天使微小一点, 赐他荣耀尊贵为冠冕, 并将你手所造的都派他管理,
8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.” Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.
叫万物都服在他的脚下。 既叫万物都服他,就没有剩下一样不服他的。只是如今我们还不见万物都服他。
9 Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, βλέπομεν ˚Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι ˚Θεοῦ, ὑπὲρ παντὸς γεύσηται θανάτου.
惟独见那成为比天使小一点的耶稣;因为受死的苦,就得了尊贵荣耀为冠冕,叫他因着 神的恩,为人人尝了死味。
10 Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα, καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι.
原来那为万物所属、为万物所本的,要领许多的儿子进荣耀里去,使救他们的元帅,因受苦难得以完全,本是合宜的。
11 Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν, οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
因那使人成圣的和那些得以成圣的,都是出于一。所以,他称他们为弟兄也不以为耻,
12 λέγων, “Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.”
说: 我要将你的名传与我的弟兄, 在会中我要颂扬你;
13 Καὶ πάλιν, “Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ.” Καὶ πάλιν, “Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ ˚Θεός.”
又说: 我要倚赖他; 又说: 看哪,我与 神所给我的儿女。
14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστιν τὸν διάβολον,
儿女既同有血肉之体,他也照样亲自成了血肉之体,特要借着死败坏那掌死权的,就是魔鬼,
15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν, ἔνοχοι ἦσαν δουλείας.
并要释放那些一生因怕死而为奴仆的人。
16 Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
他并不救拔天使,乃是救拔亚伯拉罕的后裔。
17 Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν ˚Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
所以,他凡事该与他的弟兄相同,为要在 神的事上成为慈悲忠信的大祭司,为百姓的罪献上挽回祭。
18 Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
他自己既然被试探而受苦,就能搭救被试探的人。

< Προς Εβραιους 2 >