< Προς Εβραιους 12 >
1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν διʼ ὑπομονῆς, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
我们既有这许多的见证人,如同云彩围着我们,就当放下各样的重担,脱去容易缠累我们的罪,存心忍耐,奔那摆在我们前头的路程,
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν, ˚Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, “ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ ˚Θεοῦ κεκάθικεν”.
仰望为我们信心创始成终的耶稣。他因那摆在前面的喜乐,就轻看羞辱,忍受了十字架的苦难,便坐在 神宝座的右边。
3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὑτούς ἀντιλογίαν, ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
那忍受罪人这样顶撞的,你们要思想,免得疲倦灰心。
4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
你们与罪恶相争,还没有抵挡到流血的地步。
5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, “Υἱέ μου, μὴ ὀλιγώρει παιδείας ˚Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
你们又忘了那劝你们如同劝儿子的话,说: 我儿,你不可轻看主的管教, 被他责备的时候也不可灰心;
6 ὃν γὰρ ἀγαπᾷ ˚Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”
因为主所爱的,他必管教, 又鞭打凡所收纳的儿子。
7 Εἰς παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ ˚Θεός· τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;
你们所忍受的,是 神管教你们,待你们如同待儿子。焉有儿子不被父亲管教的呢?
8 Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
管教原是众子所共受的。你们若不受管教,就是私子,不是儿子了。
9 Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα· οὐ πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;
再者,我们曾有生身的父管教我们,我们尚且敬重他,何况万灵的父,我们岂不更当顺服他得生吗?
10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
生身的父都是暂随己意管教我们;惟有万灵的父管教我们,是要我们得益处,使我们在他的圣洁上有分。
11 Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν, οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
凡管教的事,当时不觉得快乐,反觉得愁苦;后来却为那经练过的人结出平安的果子,就是义。
12 Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε,
所以,你们要把下垂的手、发酸的腿挺起来;
13 καὶ “τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν”, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
也要为自己的脚,把道路修直了,使瘸子不致歪脚,反得痊愈。
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν ˚Κύριον.
你们要追求与众人和睦,并要追求圣洁;非圣洁没有人能见主。
15 Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ ˚Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διʼ αὐτῆς μιανθῶσιν οἱ πολλοί,
又要谨慎,恐怕有人失了 神的恩;恐怕有毒根生出来扰乱你们,因此叫众人沾染污秽;
16 μή τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς, ἀπέδετο τὰ πρωτοτόκια ἑαυτοῦ.
恐怕有淫乱的,有贪恋世俗如以扫的,他因一点食物把自己长子的名分卖了。
17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
后来想要承受父所祝的福,竟被弃绝,虽然号哭切求,却得不着门路使他父亲的心意回转。这是你们知道的。
18 Οὐ γὰρ προσεληλύθατε, ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ, καὶ γνόφῳ, καὶ ζόφῳ, καὶ θυέλλῃ,
你们原不是来到那能摸的山;此山有火焰、密云、黑暗、暴风、
19 καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες, παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
角声与说话的声音。那些听见这声音的,都求不要再向他们说话;
20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, “Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται”·
因为他们当不起所命他们的话,说:“靠近这山的,即便是走兽,也要用石头打死。”
21 καί οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, “Ἔκφοβός εἰμι καὶ ἔντρομος.”
所见的极其可怕,甚至摩西说:“我甚是恐惧战兢。”
22 Ἀλλὰ προσεληλύθατε Σιὼν Ὄρει καὶ πόλει ˚Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει,
你们乃是来到锡安山,永生 神的城邑,就是天上的耶路撒冷。那里有千万的天使,
23 καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ ˚Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
有名录在天上诸长子之会所共聚的总会,有审判众人的 神和被成全之义人的灵魂,
24 καὶ διαθήκης νέας μεσίτῃ, ˚Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
并新约的中保耶稣,以及所洒的血;这血所说的比亚伯的血所说的更美。
25 Βλέπετε, μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς, παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι·
你们总要谨慎,不可弃绝那向你们说话的。因为,那些弃绝在地上警戒他们的尚且不能逃罪,何况我们违背那从天上警戒我们的呢?
26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων, “Ἔτι ἅπαξ ἐγὼ σείσω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.”
当时他的声音震动了地,但如今他应许说:“再一次我不单要震动地,还要震动天。”
27 Τὸ δὲ, “ἔτι ἅπαξ”, δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
这再一次的话,是指明被震动的,就是受造之物都要挪去,使那不被震动的常存。
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, διʼ ἧς λατρεύωμεν εὐαρέστως τῷ ˚Θεῷ μετὰ εὐλαβείας καὶ δέους.
所以我们既得了不能震动的国,就当感恩,照 神所喜悦的,用虔诚、敬畏的心事奉 神。
29 Καὶ “γὰρ ὁ ˚Θεὸς ἡμῶν πῦρ καταναλίσκον”.
因为我们的 神乃是烈火。