< Προς Τιμοθεον Α΄ 3 >
1 Πιστὸς ὁ λόγος: “Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.”
“人若想要得监督的职分,就是羡慕善工。”这话是可信的。
2 Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
作监督的,必须无可指责,只作一个妇人的丈夫,有节制,自守,端正,乐意接待远人,善于教导;
3 μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
不因酒滋事,不打人,只要温和,不争竞,不贪财;
4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος
好好管理自己的家,使儿女凡事端庄顺服。
5 (εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας ˚Θεοῦ ἐπιμελήσεται; )
人若不知道管理自己的家,焉能照管 神的教会呢?
6 Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
初入教的不可作监督,恐怕他自高自大,就落在魔鬼所受的刑罚里。
7 Δεῖ δὲ καὶ, μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου.
监督也必须在教外有好名声,恐怕被人毁谤,落在魔鬼的网罗里。
8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
作执事的,也是如此:必须端庄,不一口两舌,不好喝酒,不贪不义之财;
9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
要存清洁的良心,固守真道的奥秘。
10 Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
这等人也要先受试验,若没有可责之处,然后叫他们作执事。
11 Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
女执事也是如此:必须端庄,不说谗言,有节制,凡事忠心。
12 Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
执事只要作一个妇人的丈夫,好好管理儿女和自己的家。
13 Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
因为善作执事的,自己就得到美好的地步,并且在基督耶稣里的真道上大有胆量。
14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει,
我指望快到你那里去,所以先将这些事写给你。
15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ ˚Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία ˚Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
倘若我耽延日久,你也可以知道在 神的家中当怎样行。这家就是永生 神的教会,真理的柱石和根基。
16 Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον: “Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν ˚Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.”
大哉,敬虔的奥秘,无人不以为然! 就是 神在肉身显现, 被圣灵称义, 被天使看见, 被传于外邦, 被世人信服, 被接在荣耀里。