< Πραξεις 3 >
1 ⸂Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
επι το αυτο δε πετροσ και ιωαννησ ανεβαινον εισ το ιερον επι την ωραν τησ προσευχησ την ενατην
2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν,
και τισ ανηρ χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προσ την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εισ το ιερον
3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖν
οσ ιδων πετρον και ιωαννην μελλοντασ εισιεναι εισ το ιερον ηρωτα ελεημοσυνην
4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς.
ατενισασ δε πετροσ εισ αυτον συν τω ιωαννη ειπεν βλεψον εισ ημασ
5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν.
ο δε επειχεν αυτοισ προσδοκων τι παρ αυτων λαβειν
6 εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει
ειπεν δε πετροσ αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου εγειραι και περιπατει
7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ καὶ τὰ ⸀σφυδρά
και πιασασ αυτον τησ δεξιασ χειροσ ηγειρεν παραχρημα δε εστερεωθησαν αυτου αι βασεισ και τα σφυρα
8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
και εξαλλομενοσ εστη και περιεπατει και εισηλθεν συν αυτοισ εισ το ιερον περιπατων και αλλομενοσ και αινων τον θεον
9 καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν,
και ειδεν αυτον πασ ο λαοσ περιπατουντα και αινουντα τον θεον
10 ἐπεγίνωσκον ⸀δὲαὐτὸν ὅτι ⸀οὗτοςἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
επεγινωσκον τε αυτον οτι ουτοσ ην ο προσ την ελεημοσυνην καθημενοσ επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβουσ και εκστασεωσ επι τω συμβεβηκοτι αυτω
11 Κρατοῦντος δὲ ⸀αὐτοῦτὸνΠέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
κρατουντοσ δε του ιαθεντοσ χωλου τον πετρον και ιωαννην συνεδραμεν προσ αυτουσ πασ ο λαοσ επι τη στοα τη καλουμενη σολομωντοσ εκθαμβοι
12 ἰδὼν δὲ ⸀ὁΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
ιδων δε πετροσ απεκρινατο προσ τον λαον ανδρεσ ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ωσ ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον
13 ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲνπαρεδώκατε καὶ ⸀ἠρνήσασθεκατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
ο θεοσ αβρααμ και ισαακ και ιακωβ ο θεοσ των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεισ μεν παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου κριναντοσ εκεινου απολυειν
14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
υμεισ δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν
15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
τον δε αρχηγον τησ ζωησ απεκτεινατε ον ο θεοσ ηγειρεν εκ νεκρων ου ημεισ μαρτυρεσ εσμεν
16 καὶ ⸀ἐπὶτῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
και επι τη πιστει του ονοματοσ αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστισ η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων
17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντεσ υμων
18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶνπαθεῖν τὸν χριστὸν ⸀αὐτοῦἐπλήρωσεν οὕτως.
ο δε θεοσ α προκατηγγειλεν δια στοματοσ παντων των προφητων αυτου παθειν τον χριστον επληρωσεν ουτωσ
19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸςτὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
μετανοησατε ουν και επιστρεψατε εισ το εξαλειφθηναι υμων τασ αμαρτιασ οπωσ αν ελθωσιν καιροι αναψυξεωσ απο προσωπου του κυριου
20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν,
και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματοςτῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν. (aiōn )
ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεωσ παντων ων ελαλησεν ο θεοσ δια στοματοσ παντων των αγιων αυτου προφητων απ αιωνοσ (aiōn )
22 Μωϋσῆς ⸀μὲνεἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸςἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
μωσησ μεν γαρ προσ τουσ πατερασ ειπεν οτι προφητην υμιν αναστησει κυριοσ ο θεοσ ημων εκ των αδελφων υμων ωσ εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προσ υμασ
23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂνμὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
εσται δε πασα ψυχη ητισ εαν μη ακουση του προφητου εκεινου εξολοθρευθησεται εκ του λαου
24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
και παντεσ δε οι προφηται απο σαμουηλ και των καθεξησ οσοι ελαλησαν και κατηγγειλαν τασ ημερασ ταυτασ
25 ὑμεῖς ἐστε ⸀οἱυἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ⸀ὑμῶν λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονταιπᾶσαι αἱ πατριαὶ τῆς γῆς.
υμεισ εστε υιοι των προφητων και τησ διαθηκησ ησ διεθετο ο θεοσ προσ τουσ πατερασ ημων λεγων προσ αβρααμ και εν τω σπερματι σου ενευλογηθησονται πασαι αι πατριαι τησ γησ
26 ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς τὸν παῖδα ⸀αὐτοῦἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
υμιν πρωτον ο θεοσ αναστησασ τον παιδα αυτου ιησουν απεστειλεν αυτον ευλογουντα υμασ εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων