< Βασιλειῶν Γʹ 1 >
1 Και ο βασιλεύς Δαβίδ ήτο γέρων, προβεβηκώς την ηλικίαν· και εσκέπαζον αυτόν με ιμάτια, πλην δεν εθερμαίνετο.
καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο
2 Και είπον οι δούλοι αυτού προς αυτόν, Ας ζητήσωσι διά τον κύριόν μου τον βασιλέα νεάνιδα παρθένον, διά να ίσταται έμπροσθεν του βασιλέως και να περιθάλπη αυτόν, και να κοιμάται εις τον κόλπον σου, διά να θερμαίνηται ο κύριός μου ο βασιλεύς.
καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς
3 Και εζήτησαν εν πάσι τοις ορίοις του Ισραήλ νεάνιδα ώραίαν· και εύρηκαν την Αβισάγ την Σουναμίτιν, και έφεραν αυτήν προς τον βασιλέα.
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα
4 Ήτο δε η νεάνις ώραία σφόδρα, και περιέθαλπε τον βασιλέα, και υπηρέτει αυτόν· πλην ο βασιλεύς δεν εγνώρισεν αυτήν.
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν
5 Τότε Αδωνίας ο υιός της Αγγείθ επήρθη εις εαυτόν, λέγων, Εγώ θέλω βασιλεύσει και ητοίμασεν εις εαυτόν αμάξας και ιππείς και πεντήκοντα άνδρας προτρέχοντας έμπροσθεν αυτού.
καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
6 Ο δε πατήρ αυτού δεν επίκραινέ ποτέ αυτόν, λέγων, Διά τι συ πράττεις ούτω; ήτο δε και ώραίος την όψιν σφόδρα· και η μήτηρ αυτού εγέννησεν αυτόν μετά τον Αβεσσαλώμ.
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ
7 Και συνελάλησε μετά του Ιωάβ υιού της Σερουΐας, και μετά Αβιάθαρ του ιερέως· και ούτοι, ακολουθήσαντες τον Αδωνίαν, εβοήθουν αυτόν.
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου
8 Σαδώκ όμως ο ιερεύς και Βεναΐας ο υιός του Ιωδαέ και Νάθαν ο προφήτης και Σιμεΐ και Ρεΐ και οι δυνατοί του Δαβίδ δεν ήσαν μετά του Αδωνία.
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου
9 Και έσφαξεν ο Αδωνίας πρόβατα και βόας και σιτευτά πλησίον της πέτρας του Ζωελέθ, ήτις είναι πλησίον της Εν-ρωγήλ, και εκάλεσε πάντας τους αδελφούς αυτού τους υιούς του βασιλέως και πάντας τους άνδρας του Ιούδα τους δούλους του βασιλέως.
καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παῖδας τοῦ βασιλέως
10 Τον Νάθαν όμως τον προφήτην και τον Βεναΐαν και τους δυνατούς και Σολομώντα τον αδελφόν αυτού δεν εκάλεσε.
καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν
11 Και είπεν ο Νάθαν προς την Βηθ-σαβεέ την μητέρα του Σολομώντος, λέγων, Δεν ήκουσας ότι εβασίλευσεν Αδωνίας ο υιός της Αγγείθ, και ο κύριος ημών Δαβίδ δεν εξεύρει τούτο;
καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω
12 τώρα λοιπόν ελθέ να σοι δώσω, παρακαλώ, συμβουλήν, διά να σώσης την ζωήν σου και την ζωήν του υιού σου Σολομώντος·
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων
13 ύπαγε και είσελθε προς τον βασιλέα Δαβίδ και ειπέ προς αυτόν, Κύριέ μου βασιλεύ, συ δεν ώμοσας εις την δούλην σου, λέγων, Βεβαίως Σολομών ο υιός σου θέλει βασιλεύσει μετ' εμέ, και αυτός θέλει καθίσει επί του θρόνου μου; διά τι λοιπόν εβασίλευσεν ο Αδωνίας;
δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας
14 ιδού, ενώ έτι συ λαλείς εκεί μετά του βασιλέως, θέλω ελθεί και εγώ κατόπιν σου και θέλω αναπληρώσει τους λόγους σου.
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου
15 Και εισήλθεν η Βηθ-σαβεέ προς τον βασιλέα εις τον κοιτώνα· ήτο δε ο βασιλεύς γέρων σφόδρα και Αβισάγ η Σουναμίτις υπηρέτει τον βασιλέα.
καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ
16 Και κύψασα η Βηθ-σαβεέ, προσεκύνησε τον βασιλέα. Και ο βασιλεύς είπε, Τι έχεις;
καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς τί ἐστίν σοι
17 Η δε είπε προς αυτόν, Κύριέ μου, συ ώμοσας εις Κύριον τον Θεόν σου προς την δούλην σου, λέγων, Βεβαίως ο Σολομών, ο υιός σου, θέλει βασιλεύσει μετ' εμέ, και αυτός θέλει καθίσει επί του θρόνου μου·
ἡ δὲ εἶπεν κύριέ μου βασιλεῦ σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
18 αλλά τώρα, ιδού, ο Αδωνίας εβασίλευσε· και συ τώρα, κύριέ μου βασιλεύ, δεν εξεύρεις τούτο·
καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλεῦ οὐκ ἔγνως
19 και έσφαξε βόας και σιτευτά και πρόβατα εν αφθονία, και εκάλεσε πάντας τους υιούς του βασιλέως και Αβιάθαρ τον ιερέα και Ιωάβ τον αρχιστράτηγον· τον δούλον σου όμως Σολομώντα δεν εκάλεσεν·
καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
20 αλλ' εις σε, κύριέ μου βασιλεύ, εις σε αποβλέπουσιν οι οφθαλμοί παντός του Ισραήλ, διά να απαγγείλης προς αυτούς τις θέλει καθίσει επί του θρόνου του κυρίου μου του βασιλέως μετ' αυτόν·
καὶ σύ κύριέ μου βασιλεῦ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν
21 ειδεμή, αφού ο κύριός μου ο βασιλεύς κοιμηθή μετά των πατέρων αυτού, εγώ και ο υιός μου ο Σολομών θέλομεν θεωρείσθαι πταίσται.
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί
22 Και ιδού, ενώ αυτή ελάλει έτι μετά του βασιλέως, ήλθε και Νάθαν ο προφήτης.
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν
23 Και ανήγγειλαν προς τον βασιλέα, λέγοντες, Ιδού, Νάθαν ο προφήτης. Και εισελθών ενώπιον του βασιλέως, προσεκύνησε τον βασιλέα κατά πρόσωπον αυτού έως εδάφους.
καὶ ἀνηγγέλη τῷ βασιλεῖ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν
24 Και είπεν ο Νάθαν, Κύριέ μου βασιλεύ, συ είπας, Ο Αδωνίας θέλει βασιλεύσει μετ' εμέ και αυτός θέλει καθίσει επί του θρόνου μου;
καὶ εἶπεν Ναθαν κύριέ μου βασιλεῦ σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου
25 διότι κατέβη σήμερον και έσφαξε βόας και σιτευτά και πρόβατα εν αφθονία, και εκάλεσε πάντας τους υιούς του βασιλέως και τους στρατηγούς και Αβιάθαρ τον ιερέα· και ιδού, τρώγουσι και πίνουσιν ενώπιον αυτού και λέγουσι, Ζήτω ο βασιλεύς Αδωνίας·
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεὺς Αδωνιας
26 εμέ δε, εμέ τον δούλον σου, και Σαδώκ τον ιερέα και Βεναΐαν τον υιόν του Ιωδαέ και Σολομώντα τον δούλον σου δεν εκάλεσε·
καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν
27 παρά του κυρίου μου του βασιλέως έγεινε το πράγμα τούτο, και δεν εφανέρωσας εις τον δούλον σου τις θέλει καθίσει επί του θρόνου του κυρίου μου του βασιλέως μετ' αυτόν;
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν
28 Και απεκρίθη ο βασιλεύς Δαβίδ και είπε, Καλέσατέ μοι την Βηθ-σαβεέ. Και εισήλθεν ενώπιον του βασιλέως και εστάθη έμπροσθεν του βασιλέως.
καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ
29 Και ώμοσεν ο βασιλεύς και είπε, Ζη Κύριος, όστις ελύτρωσε την ψυχήν μου εκ πάσης στενοχωρίας,
καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
30 βεβαίως, καθώς ώμοσα προς σε εις Κύριον τον Θεόν του Ισραήλ, λέγων, ότι Σολομών ο υιός σου θέλει βασιλεύσει μετ' εμέ, και αυτός θέλει καθίσει αντ' εμού επί του θρόνου μου, ούτω θέλω κάμει την ημέραν ταύτην.
ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ’ ἐμοῦ ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ
31 Τότε η Βηθ-σαβεέ, κύψασα κατά πρόσωπον έως εδάφους, προσεκύνησε τον βασιλέα και είπε, Ζήτω ο κύριός μου ο βασιλεύς Δαβίδ εις τον αιώνα.
καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα
32 Και είπεν ο βασιλεύς Δαβίδ, Καλέσατέ μοι Σαδώκ τον ιερέα και Νάθαν τον προφήτην και Βεναΐαν τον υιόν του Ιωδαέ. Και ήλθον ενώπιον του βασιλέως.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως
33 Και είπε προς αυτούς ο βασιλεύς, Λάβετε μεθ' εαυτών τους δούλους του κυρίου σας και καθίσατε Σολομώντα τον υιόν μου επί την ημίονόν μου και καταβιβάσατε αυτόν εις Γιών·
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ’ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων
34 και ας χρίσωσιν αυτόν εκεί Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης βασιλέα επί τον Ισραήλ· και σαλπίσατε διά της σάλπιγγος και είπατε, Ζήτω ο βασιλεύς Σολομών·
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε ζήτω ὁ βασιλεὺς Σαλωμων
35 τότε θέλετε αναβή κατόπιν αυτού, διά να έλθη και να καθίση επί τον θρόνον μου· και αυτός θέλει βασιλεύσει αντ' εμού· και αυτόν προσέταξα να ήναι ηγεμών επί τον Ισραήλ και επί τον Ιούδαν.
καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ’ ἐμοῦ καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα
36 Και απεκρίθη Βεναΐας ο υιός του Ιωδαέ προς τον βασιλέα, και είπεν, Αμήν· ούτως ας επικυρώση Κύριος ο Θεός του κυρίου μου του βασιλέως·
καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως
37 καθώς εστάθη ο Κύριος μετά του κυρίου μου του βασιλέως, ούτω να ήναι και μετά του Σολομώντος, και να μεγαλύνη τον θρόνον αυτού υπέρ τον θρόνον του κυρίου μου του βασιλέως Δαβίδ.
καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ
38 Τότε κατέβη Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης και Βεναΐας ο υιός του Ιωδαέ και οι Χερεθαίοι και οι Φελεθαίοι, και εκάθισαν τον Σολομώντα επί την ημίονον του βασιλέως Δαβίδ και έφεραν αυτόν εις Γιών.
καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων
39 Και έλαβε Σαδώκ ο ιερεύς το κέρας του ελαίου εκ της σκηνής και έχρισε τον Σολομώντα. Και εσάλπισαν διά της σάλπιγγος· και είπε πας ο λαός, Ζήτω ο βασιλεύς Σολομών.
καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων
40 Και ανέβη πας ο λαός κατόπιν αυτού· και έπαιζεν ο λαός αυλούς και ευφραίνετο ευφροσύνην μεγάλην, και η γη εσχίζετο εκ των φωνών αυτών.
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν
41 Και ήκουσεν Αδωνίας και πάντες οι κεκλημένοι αυτού, καθώς ετελείωσαν να τρώγωσι. Και ότε ήκουσεν ο Ιωάβ την φωνήν της σάλπιγγος, είπε, Τις η φωνή αύτη της πόλεως θορυβούσης;
καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης
42 Ενώ έτι ελάλει, ιδού, Ιωνάθαν, ο υιός Αβιάθαρ του ιερέως, ήλθε· και είπεν ο Αδωνίας προς αυτόν, Είσελθε· διότι συ είσαι ανήρ γενναίος και φέρεις αγαθάς αγγελίας.
ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν καὶ εἶπεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἶ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι
43 Και αποκριθείς ο Ιωνάθαν είπε προς τον Αδωνίαν, Βεβαίως κύριος ημών ο βασιλεύς Δαβίδ έκαμε βασιλέα τον Σολομώντα·
καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων
44 και απέστειλε μετ' αυτού ο βασιλεύς Σαδώκ τον ιερέα και Νάθαν τον προφήτη και Βεναΐαν τον υιόν του Ιωδαέ και τους Χερεθαίους και τους Φελεθαίους, και εκάθισαν αυτόν επί την ημίονον του βασιλέως·
καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ’ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως
45 και έχρισαν αυτόν Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης βασιλέα εν Γιών· και ανέβησαν εκείθεν ευφραινόμενοι, και η πόλις αντήχησεν· αύτη είναι η φωνή, την οποίαν ηκούσατε·
καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε
46 και μάλιστα εκάθησεν ο Σολομών επί του θρόνου της βασιλείας·
καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας
47 και εισήλθον έτι οι δούλοι του βασιλέως να ευχηθώσι τον κύριον ημών τον βασιλέα Δαβίδ, λέγοντες, Ο Θεός να λαμπρύνη το όνομα του Σολομώντος υπέρ το όνομά σου, και να μεγαλύνη τον θρόνον σου και να μεγαλύνη τον θρόνον αυτού υπέρ τον θρόνον σου. και προσεκύνησεν ο βασιλεύς επί της κλίνης·
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ
48 και είπε προσέτι ο βασιλεύς ούτως· Ευλογητός Κύριος ο Θεός του Ισραήλ, όστις έδωκεν εις εμέ σήμερον διάδοχον καθήμενον επί του θρόνου μου, και οι οφθαλμοί μου βλέπουσι τούτο.
καί γε οὕτως εἶπεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν
49 Τότε πάντες οι κεκλημένοι, οι μετά του Αδωνία, εξεπλάγησαν και σηκωθέντες, υπήγαν έκαστος την οδόν αυτού.
καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ
50 Ο δε Αδωνίας εφοβήθη από προσώπου του Σολομώντος και σηκωθείς υπήγε και επιάσθη από των κεράτων του θυσιαστηρίου.
καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου
51 Και ανήγγειλαν προς τον Σολομώντα, λέγοντες, Ιδού, ο Αδωνίας φοβείται τον βασιλέα Σολομώντα· και ιδού, επιάσθη από των κεράτων του θυσιαστηρίου, λέγων, Ας ομόση προς εμέ σήμερον ο βασιλεύς Σολομών, ότι δεν θέλει θανατώσει τον δούλον αυτού διά ρομφαίας.
καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ
52 Και είπεν ο Σολομών, Εάν σταθή ανήρ αγαθός, ουδέ μία εκ των τριχών αυτού θέλει πέσει επί την γήν· εάν όμως ευρεθή κακία εν αυτώ θέλει θανατωθή.
καὶ εἶπεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ θανατωθήσεται
53 Και απέστειλεν ο βασιλεύς Σολομών, και κατεβίβασαν αυτόν από του θυσιαστηρίου· και ήλθε και προσεκύνησε τον βασιλέα Σολομώντα· και είπε προς αυτόν ο Σολομών, Ύπαγε εις τον οίκόν σου.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων καὶ εἶπεν αὐτῷ Σαλωμων δεῦρο εἰς τὸν οἶκόν σου