< Προς Ρωμαιους 1 >
1 παυλοσ δουλοσ ιησου χριστου κλητοσ αποστολοσ αφωρισμενοσ εισ ευαγγελιον θεου
Παῦλος δοῦλος ⸂Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ
2 ο προεπηγγειλατο δια των προφητων αυτου εν γραφαισ αγιαισ
ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
3 περι του υιου αυτου του γενομενου εκ σπερματοσ δαυιδ κατα σαρκα
περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
4 του ορισθεντοσ υιου θεου εν δυναμει κατα πνευμα αγιωσυνησ εξ αναστασεωσ νεκρων ιησου χριστου του κυριου ημων
τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
5 δι ου ελαβομεν χαριν και αποστολην εισ υπακοην πιστεωσ εν πασιν τοισ εθνεσιν υπερ του ονοματοσ αυτου
διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6 εν οισ εστε και υμεισ κλητοι ιησου χριστου
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
7 πασιν τοισ ουσιν εν ρωμη αγαπητοισ θεου κλητοισ αγιοισ χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
8 πρωτον μεν ευχαριστω τω θεω μου δια ιησου χριστου υπερ παντων υμων οτι η πιστισ υμων καταγγελλεται εν ολω τω κοσμω
Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ⸀περὶπάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9 μαρτυσ γαρ μου εστιν ο θεοσ ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου ωσ αδιαλειπτωσ μνειαν υμων ποιουμαι
μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
10 παντοτε επι των προσευχων μου δεομενοσ ει πωσ ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προσ υμασ
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
11 επιποθω γαρ ιδειν υμασ ινα τι μεταδω χαρισμα υμιν πνευματικον εισ το στηριχθηναι υμασ
ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
12 τουτο δε εστιν συμπαρακληθηναι εν υμιν δια τησ εν αλληλοισ πιστεωσ υμων τε και εμου
τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
13 ου θελω δε υμασ αγνοειν αδελφοι οτι πολλακισ προεθεμην ελθειν προσ υμασ και εκωλυθην αχρι του δευρο ινα τινα καρπον σχω και εν υμιν καθωσ και εν τοισ λοιποισ εθνεσιν
οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14 ελλησιν τε και βαρβαροισ σοφοισ τε και ανοητοισ οφειλετησ ειμι
Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
15 ουτωσ το κατ εμε προθυμον και υμιν τοισ εν ρωμη ευαγγελισασθαι
οὕτως τὸ κατʼ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 ου γαρ επαισχυνομαι το ευαγγελιον του χριστου δυναμισ γαρ θεου εστιν εισ σωτηριαν παντι τω πιστευοντι ιουδαιω τε πρωτον και ελληνι
Οὐ γὰρ ἐπαισχύνομαι τὸ ⸀εὐαγγέλιον δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
17 δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεωσ εισ πιστιν καθωσ γεγραπται ο δε δικαιοσ εκ πιστεωσ ζησεται
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
18 αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων
Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
19 διοτι το γνωστον του θεου φανερον εστιν εν αυτοισ ο γαρ θεοσ αυτοισ εφανερωσεν
διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ ⸂θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
20 τα γαρ αορατα αυτου απο κτισεωσ κοσμου τοισ ποιημασιν νοουμενα καθοραται η τε αιδιοσ αυτου δυναμισ και θειοτησ εισ το ειναι αυτουσ αναπολογητουσ (aïdios )
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, (aïdios )
21 διοτι γνοντεσ τον θεον ουχ ωσ θεον εδοξασαν η ευχαριστησαν αλλ εματαιωθησαν εν τοισ διαλογισμοισ αυτων και εσκοτισθη η ασυνετοσ αυτων καρδια
διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
22 φασκοντεσ ειναι σοφοι εμωρανθησαν
φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
23 και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονοσ φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 διο και παρεδωκεν αυτουσ ο θεοσ εν ταισ επιθυμιαισ των καρδιων αυτων εισ ακαθαρσιαν του ατιμαζεσθαι τα σωματα αυτων εν εαυτοισ
⸀Διὸπαρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ⸀αὐτοῖς
25 οιτινεσ μετηλλαξαν την αληθειαν του θεου εν τω ψευδει και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα οσ εστιν ευλογητοσ εισ τουσ αιωνασ αμην (aiōn )
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. (aiōn )
26 δια τουτο παρεδωκεν αυτουσ ο θεοσ εισ παθη ατιμιασ αι τε γαρ θηλειαι αυτων μετηλλαξαν την φυσικην χρησιν εισ την παρα φυσιν
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
27 ομοιωσ τε και οι αρρενεσ αφεντεσ την φυσικην χρησιν τησ θηλειασ εξεκαυθησαν εν τη ορεξει αυτων εισ αλληλουσ αρσενεσ εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθιαν ην εδει τησ πλανησ αυτων εν εαυτοισ απολαμβανοντεσ
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ⸀ἑαυτοῖςἀπολαμβάνοντες.
28 και καθωσ ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει παρεδωκεν αυτουσ ο θεοσ εισ αδοκιμον νουν ποιειν τα μη καθηκοντα
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29 πεπληρωμενουσ παση αδικια πορνεια πονηρια πλεονεξια κακια μεστουσ φθονου φονου εριδοσ δολου κακοηθειασ ψιθυριστασ
πεπληρωμένους πάσῃ ⸀ἀδικίᾳπονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς,
30 καταλαλουσ θεοστυγεισ υβριστασ υπερηφανουσ αλαζονασ εφευρετασ κακων γονευσιν απειθεισ
καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
31 ασυνετουσ ασυνθετουσ αστοργουσ ασπονδουσ ανελεημονασ
ἀσυνέτους, ἀσυνθέτους, ⸀ἀστόργους ἀνελεήμονας·
32 οιτινεσ το δικαιωμα του θεου επιγνοντεσ οτι οι τα τοιαυτα πρασσοντεσ αξιοι θανατου εισιν ου μονον αυτα ποιουσιν αλλα και συνευδοκουσιν τοισ πρασσουσιν
οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.