< Ζαχαρίας 4 >

1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ
Then the angel who was speaking with me returned and woke me, as a man is awakened from his sleep.
2 καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς
“What do you see?” he asked. “I see a solid gold lampstand,” I replied, “with a bowl at the top and seven lamps on it, with seven spouts to the lamps.
3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων
There are also two olive trees beside it, one on the right side of the bowl and the other on its left.”
4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριε
“What are these, my lord?” I asked the angel who was speaking with me.
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
“Do you not know what they are?” replied the angel. “No, my lord,” I answered.
6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ’ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ
So he said to me, “This is the word of the LORD to Zerubbabel: Not by might nor by power, but by My Spirit, says the LORD of Hosts.
7 τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς
What are you, O great mountain? Before Zerubbabel you will become a plain. Then he will bring forth the capstone accompanied by shouts of ‘Grace, grace to it!’”
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Then the word of the LORD came to me, saying,
9 αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
“The hands of Zerubbabel have laid the foundation of this house, and his hands will complete it. Then you will know that the LORD of Hosts has sent me to you.
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν
For who has despised the day of small things? But these seven eyes of the LORD, which scan the whole earth, will rejoice when they see the plumb line in the hand of Zerubbabel.”
11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων
Then I asked the angel, “What are the two olive trees on the right and left of the lampstand?”
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς
And I questioned him further, “What are the two olive branches beside the two gold pipes from which the golden oil pours?”
13 καὶ εἶπεν πρός με οὐκ οἶδας τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε
“Do you not know what these are?” he inquired. “No, my lord,” I replied.
14 καὶ εἶπεν οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς
So he said, “These are the two anointed ones who are standing beside the Lord of all the earth.”

< Ζαχαρίας 4 >