< Ψαλμοί 92 >

1 ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου ὕψιστε
A Psalm. A song for the Sabbath day. It is good to praise the LORD, and to sing praises to Your name, O Most High,
2 τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
to proclaim Your loving devotion in the morning and Your faithfulness at night
3 ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ
with the ten-stringed harp and the melody of the lyre.
4 ὅτι εὔφρανάς με κύριε ἐν τῷ ποιήματί σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι
For You, O LORD, have made me glad by Your deeds; I sing for joy at the works of Your hands.
5 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου
How great are Your works, O LORD, how deep are Your thoughts!
6 ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταῦτα
A senseless man does not know, and a fool does not understand,
7 ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
that though the wicked sprout like grass, and all evildoers flourish, they will be forever destroyed.
8 σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα κύριε
But You, O LORD, are exalted forever!
9 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
For surely Your enemies, O LORD, surely Your enemies will perish; all evildoers will be scattered.
10 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι
But You have exalted my horn like that of a wild ox; with fine oil I have been anointed.
11 καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου
My eyes see the downfall of my enemies; my ears hear the wailing of my wicked foes.
12 δίκαιος ὡς φοῖνιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
The righteous will flourish like a palm tree, and grow like a cedar in Lebanon.
13 πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν
Planted in the house of the LORD, they will flourish in the courts of our God.
14 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται
In old age they will still bear fruit; healthy and green they will remain,
15 τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ
to proclaim, “The LORD is upright; He is my Rock, and in Him there is no unrighteousness.”

< Ψαλμοί 92 >