< Ψαλμοί 20 >
1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ
For the choirmaster. A Psalm of David. May the LORD answer you in the day of trouble; may the name of the God of Jacob protect you.
2 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου
May He send you help from the sanctuary and sustain you from Zion.
3 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα
May He remember all your gifts and look favorably on your burnt offerings.
4 δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι
May He give you the desires of your heart and make all your plans succeed.
5 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου
May we shout for joy at your victory and raise a banner in the name of our God. May the LORD grant all your petitions.
6 νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ
Now I know that the LORD saves His anointed; He answers him from His holy heaven with the saving power of His right hand.
7 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα
Some trust in chariots and others in horses, but we trust in the name of the LORD our God.
8 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν
They collapse and fall, but we rise up and stand firm.
9 κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε
O LORD, save the king. Answer us on the day we call.