< Ἀριθμοί 6 >
1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἀνὴρ ἢ γυνή ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ
Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Όταν ανήρ ή γυνή ευχηθή ευχήν Ναζηραίου, διά να αφιερωθή εις τον Κύριον,
3 ἀπὸ οἴνου καὶ σικερα ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται
θέλει εγκρατεύεσθαι από οίνου και από σίκερα και δεν θέλει πίει όξος από οίνου ή όξος από σίκερα ούτε θέλει πίει ό, τι είναι κατεσκευασμένον από σταφυλής ούτε θέλει φάγει σταφυλήν πρόσφατον ουδέ σταφίδας.
4 πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται
Πάσας τας ημέρας της αφιερώσεως αυτού δεν θέλει φάγει ουδέν εκ των όσα γίνονται εξ αμπέλου, από φλοιού σταφυλής έως κόκκου αυτής.
5 πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίῳ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς
Πάσας τας ημέρας της ευχής της αφιερώσεως αυτού δεν θέλει περάσει ξυράφιον επί της κεφαλής αυτού, εωσού πληρωθώσιν αι ημέραι, τας οποίας ευχήθη εις τον Κύριον· άγιος θέλει είσθαι, αφίνων τας τρίχας της κόμης της κεφαλής αυτού να αυξάνωσι.
6 πάσας τὰς ἡμέρας τῆς εὐχῆς κυρίῳ ἐπὶ πάσῃ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσεται
Πάσας τας ημέρας της αφιερώσεως αυτού εις τον Κύριον δεν θέλει εισέλθει εις τεθνεώτα.
7 ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ’ ἀδελφῷ καὶ ἐπ’ ἀδελφῇ οὐ μιανθήσεται ἐπ’ αὐτοῖς ἀποθανόντων αὐτῶν ὅτι εὐχὴ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ ἐπὶ κεφαλῆς αὐτοῦ
Δεν θέλει μολυνθή διά τον πατέρα αυτού ή διά την μητέρα αυτού, διά τον αδελφόν αυτού ή διά την αδελφήν αυτού, όταν αποθάνωσιν· επειδή η προς τον Θεόν αφιέρωσις αυτού είναι επί της κεφαλής αυτού.
8 πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἅγιος ἔσται κυρίῳ
Πάσας τας ημέρας της αφιερώσεως αυτού είναι άγιος εις τον Κύριον.
9 ἐὰν δέ τις ἀποθάνῃ ἐξάπινα ἐπ’ αὐτῷ παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτοῦ ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ξυρηθήσεται
Και εάν τις αποθάνη εξαίφνης πλησίον αυτού και μολυνθή η κεφαλή της αφιερώσεως αυτού, τότε θέλει ξυρίσει την κεφαλήν αυτού εν τη ημέρα του καθαρισμού αυτού· εις την εβδόμην ημέραν θέλει ξυρίσει αυτήν.
10 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ οἴσει δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Την δε ογδόην ημέραν θέλει φέρει δύο τρυγόνας ή δύο νεοσσούς περιστερών προς τον ιερέα εις την θύραν της σκηνής του μαρτυρίου·
11 καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ ὧν ἥμαρτεν περὶ τῆς ψυχῆς καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
και ο ιερεύς θέλει προσφέρει την μίαν εις προσφοράν περί αμαρτίας, την δε άλλην εις ολοκαύτωμα· και θέλει κάμει εξιλέωσιν υπέρ αυτού διά την περί τον νεκρόν αμαρτίαν αυτού και θέλει αγιάσει την κεφαλήν αυτού εν εκείνη τη ημέρα.
12 ᾗ ἡγιάσθη κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ
Και θέλει αφιερώσει εις τον Κύριον τας ημέρας της αφιερώσεως αυτού, και θέλει φέρει αρνίον ενιαύσιον διά προσφοράν περί ανομίας· αι δε ημέραι αι παρελθούσαι δεν θέλουσι λογισθή, διότι εμολύνθη η αφιέρωσις αυτού.
13 καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου ᾗ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Ούτος δε είναι ο νόμος του Ναζηραίου αφού πληρωθώσιν αι ημέραι της αφιερώσεως αυτού· θέλει φερθή εις την θύραν της σκηνής του μαρτυρίου,
14 καὶ προσάξει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον
και θέλει προσφέρει το δώρον αυτού εις τον Κύριον, εν αρνίον ενιαύσιον άμωμον εις ολοκαύτωμα και εν αρνίον θηλυκόν ενιαύσιον άμωμον εις προσφοράν περί αμαρτίας και ένα κριόν άμωμον εις προσφοράν ειρηνικήν,
15 καὶ κανοῦν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ καὶ θυσία αὐτῶν καὶ σπονδὴ αὐτῶν
και κάνιστρον άρτων αζύμων εκ σεμιδάλεως εζυμωμένης μετά ελαίου, και λάγανα άζυμα κεχρισμένα μετά ελαίου και την εξ αλφίτων προσφοράν αυτών και την σπονδήν αυτών.
16 καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ
Και ο ιερεύς θέλει προσφέρει αυτά ενώπιον του Κυρίου και θέλει κάμει την περί αμαρτίας προσφοράν αυτού και το ολοκαύτωμα αυτού.
17 καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου κυρίῳ ἐπὶ τῷ κανῷ τῶν ἀζύμων καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ
Και θέλει προσφέρει τον κριόν εις θυσίαν ειρηνικήν προς τον Κύριον μετά του κανίστρου των αζύμων· θέλει προσφέρει έτι ο ιερεύς την εξ αλφίτων προσφοράν αυτού και την σπονδήν αυτού.
18 καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου
Και ο Ναζηραίος θέλει ξυρισθή την κεφαλήν της αφιερώσεως αυτού εις την θύραν της σκηνής του μαρτυρίου, και θέλει λάβει τας τρίχας της κεφαλής της αφιερώσεως αυτού και επιθέσει επί του πυρός του υποκάτω της ειρηνικής θυσίας.
19 καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτοῦ
Και ο ιερεύς θέλει λάβει τον εψημένον ώμον του κριού και ένα άρτον άζυμον εκ του κανίστρου, και εν λάγανον άζυμον και θέλει επιθέσει αυτά επί τας χείρας του Ναζηραίου, αφού ξυρισθή τας τρίχας της αφιερώσεως αυτού.
20 καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθυνίου τοῦ ἐπιθέματος καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος καὶ μετὰ ταῦτα πίεται ὁ ηὐγμένος οἶνον
Και θέλει κινήσει αυτά ο ιερεύς εις κινητήν προσφοράν ενώπιον του Κυρίου· τούτο είναι άγιον εις τον ιερέα, μετά του στήθους της κινητής προσφοράς και μετά του ώμου της υψουμένης προσφοράς· και μετά ταύτα δύναται να πίη οίνον ο Ναζηραίος.
21 οὗτος ὁ νόμος τοῦ εὐξαμένου ὃς ἂν εὔξηται κυρίῳ δῶρον αὐτοῦ κυρίῳ περὶ τῆς εὐχῆς χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας
Του Ναζηραίου, όστις έκαμεν ευχήν, ούτος είναι ο νόμος του δώρου αυτού εις τον Κύριον διά την αφιέρωσιν αυτού, εκτός του ό, τι ήθελε προσφέρει εκουσίως· συμφώνως με την ευχήν, την οποίαν ευχήθη, ούτω θέλει κάμει κατά τον νόμον της αφιερώσεως αυτού.
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
23 λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοῖς καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς
Λάλησον προς τον Ααρών και προς τους υιούς αυτού, λέγων, Ούτω θέλετε ευλογεί τους υιούς Ισραήλ, λέγοντες προς αυτούς·
24 εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε
Ο Κύριος να σε ευλογήση και να σε φυλάξη·
25 ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ ἐλεήσαι σε
Ο Κύριος να επιλάμψη το πρόσωπον αυτού επί σε και να σε ελεήση·
26 ἐπάραι κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην
Ο Κύριος να υψώση το πρόσωπον αυτού επί σε και να σοι δώση ειρήνην·
Και θέλουσιν επιθέσει το όνομά μου επί τους υιούς Ισραήλ· και εγώ θέλω ευλογήσει αυτούς.