< Λευϊτικόν 24 >

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
And Jehovah spoke to Moses, saying,
2 ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός
Command the children of Israel that they bring unto thee pure beaten olive oil for the light, to light the lamp continually.
3 ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν
Outside the veil of the testimony, in the tent of meeting, shall Aaron dress it from evening to morning before Jehovah continually: [it is] an everlasting statute throughout your generations.
4 ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί
Upon the pure candlestick shall he arrange the lamps before Jehovah continually.
5 καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς
And thou shalt take fine wheaten flour, and bake twelve cakes thereof; each cake shall be of two tenths.
6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου
And thou shalt set them in two rows, six in a row, upon the pure table before Jehovah.
7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ
And thou shalt put pure frankincense upon each row; and it shall be a bread of remembrance, an offering by fire to Jehovah.
8 τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον
Every sabbath day he shall arrange it before Jehovah continually, on the part of the children of Israel: [it is] an everlasting covenant.
9 καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ νόμιμον αἰώνιον
And it shall be Aaron's and his sons'; and they shall eat it in a holy place; for it is most holy unto him of Jehovah's offerings by fire: [it is] an everlasting statute.
10 καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης
And the son of an Israelitish woman — but withal the son of an Egyptian, — went out among the children of Israel; and this son of the Israelitess and a man of Israel strove together in the camp;
11 καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν
and the Israelitish woman's son blasphemed the Name, and cursed; and they brought him to Moses. And his mother's name was Shelomith, the daughter of Dibri, of the tribe of Dan.
12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου
And they confined him, that they might decide at the mouth of Jehovah.
13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
And Jehovah spoke to Moses, saying,
14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ λιθοβολήσουσιν αὐτὸν πᾶσα ἡ συναγωγή
Lead the reviler outside the camp; and all that heard [him] shall lay their hands upon his head, and the whole assembly shall stone him.
15 καὶ τοῖς υἱοῖς Ισραηλ λάλησον καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται
And thou shalt speak unto the children of Israel, saying, Every one when he revileth his God shall bear his sin.
16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτῳ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τῷ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω
And he that blasphemeth the name of Jehovah shall certainly be put to death; all the assembly shall certainly stone him; as well the stranger as he that is home-born, when he blasphemeth the Name, shall be put to death.
17 καὶ ἄνθρωπος ὃς ἂν πατάξῃ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω
And if any one smiteth any man mortally, he shall certainly be put to death.
18 καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχῆς
And he that smiteth a beast mortally shall make it good, life for life.
19 καὶ ἐάν τις δῷ μῶμον τῷ πλησίον ὡς ἐποίησεν αὐτῷ ὡσαύτως ἀντιποιηθήσεται αὐτῷ
And if a man cause a blemish in his neighbour, as he hath done, so shall it be done to him;
20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δῷ μῶμον τῷ ἀνθρώπῳ οὕτως δοθήσεται αὐτῷ
breach for breach, eye for eye, tooth for tooth: as he hath caused a blemish in a man, so shall it be done to him.
21 ὃς ἂν πατάξῃ ἄνθρωπον καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω
He that smiteth a beast [mortally] shall make it good; and he that smiteth a man [mortally] shall be put to death.
22 δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
Ye shall have one law: as the stranger, so the home-born; for I am Jehovah your God.
23 καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
And Moses spoke to the children of Israel; and they led the reviler outside the camp and stoned him with stones. And the children of Israel did as Jehovah had commanded Moses.

< Λευϊτικόν 24 >