< Ἰώβ 15 >

1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
ויען אליפז התימני ויאמר
2 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς
החכם יענה דעת-רוח וימלא קדים בטנו
3 ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ ἐν λόγοις οἷς οὐδὲν ὄφελος
הוכח בדבר לא-יסכון ומלים לא-יועיל בם
4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου
אף-אתה תפר יראה ותגרע שיחה לפני-אל
5 ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν
כי יאלף עונך פיך ותבחר לשון ערומים
6 ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου
ירשיעך פיך ולא-אני ושפתיך יענו-בך
7 τί γάρ μὴ πρῶτος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινῶν ἐπάγης
הראישון אדם תולד ולפני גבעות חוללת
8 ἦ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία
הבסוד אלוה תשמע ותגרע אליך חכמה
9 τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς
מה-ידעת ולא נדע תבין ולא-עמנו הוא
10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν βαρύτερος τοῦ πατρός σου ἡμέραις
גם-שב גם-ישיש בנו-- כביר מאביך ימים
11 ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας
המעט ממך תנחומות אל ודבר לאט עמך
12 τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου
מה-יקחך לבך ומה-ירזמון עיניך
13 ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα
כי-תשיב אל-אל רוחך והצאת מפיך מלין
14 τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός
מה-אנוש כי-יזכה וכי-יצדק ילוד אשה
15 εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ
הן בקדשו לא יאמין ושמים לא-זכו בעיניו
16 ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ
אף כי-נתעב ונאלח איש-שתה כמים עולה
17 ἀναγγελῶ δέ σοι ἄκουέ μου ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι
אחוך שמע-לי וזה-חזיתי ואספרה
18 ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν
אשר-חכמים יגידו ולא כחדו מאבותם
19 αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ’ αὐτούς
להם לבדם נתנה הארץ ולא-עבר זר בתוכם
20 πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ
כל-ימי רשע הוא מתחולל ומספר שנים נצפנו לעריץ
21 ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ ὅταν δοκῇ ἤδη εἰρηνεύειν ἥξει αὐτοῦ ἡ καταστροφή
קול-פחדים באזניו בשלום שודד יבואנו
22 μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου
לא-יאמין שוב מני-חשך וצפו (וצפוי) הוא אלי-חרב
23 κατατέτακται δὲ εἰς σῖτα γυψίν οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει
נדד הוא ללחם איה ידע כי-נכון בידו יום-חשך
24 ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων
יבעתהו צר ומצוקה תתקפהו כמלך עתיד לכידור
25 ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν
כי-נטה אל-אל ידו ואל-שדי יתגבר
26 ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ
ירוץ אליו בצואר בעבי גבי מגניו
27 ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων
כי-כסה פניו בחלבו ויעש פימה עלי-כסל
28 αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν ἄλλοι ἀποίσονται
וישכון ערים נכחדות--בתים לא-ישבו למו אשר התעתדו לגלים
29 οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
לא-יעשר ולא-יקום חילו ולא-יטה לארץ מנלם
30 οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος
לא-יסור מני-חשך--ינקתו תיבש שלהבת ויסור ברוח פיו
31 μὴ πιστευέτω ὅτι ὑπομενεῖ κενὰ γὰρ ἀποβήσεται αὐτῷ
אל-יאמן בשו נתעה כי-שוא תהיה תמורתו
32 ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ
בלא-יומו תמלא וכפתו לא רעננה
33 τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας
יחמס כגפן בסרו וישלך כזית נצתו
34 μαρτύριον γὰρ ἀσεβοῦς θάνατος πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν
כי-עדת חנף גלמוד ואש אכלה אהלי-שחד
35 ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτῷ κενά ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον
הרה עמל וילד און ובטנם תכין מרמה

< Ἰώβ 15 >