< Προς Ρωμαιους 3 >
1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
What advantage then has the Jew, or what profit has circumcision?
2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
Much in every respect; but chiefly that the oracles of God were intrusted to them.
3 τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
What, indeed, if some have been unfaithful? Will their unfaithfulness overthrow the faithfulness of God?
4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
It can not be. But let God be true, though every man be a liar, as it is written: That thou mightest be justified in thy words, and mightest overcome when thou art judged.
5 εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
But if our unrighteousness causes the righteousness of God to be better known, what shall we say? Is God unrighteous, who inflicts punishment? I speak as a man.
6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
It can not be: for if so, how shall God judge the world?
7 εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι,
Yet, if the truth of God has, through my lie, been greatly advanced to his glory, why am I still judged as a sinner?
8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι.
Then, why not say, (as we are slanderously reported as saying, and, as some affirm, that we do say, ) Let us do evil, that good may come? Of such persons the condemnation is just.
9 Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι,
What then? Do we, Jews, excel? Not at all: for we have already convicted all, both Jews and Greeks, of being under sin,
10 καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς,
as it is written: There is none righteous, no, not one;
11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν·
there is none that understands; there is none that seeks after God;
12 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
they have all turned out of the way; they have alike become unprofitable; there is none that does good, not even one;
13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
their throat is an open sepulcher; with their tongues they have used deceit; the poison of asps is under their lips;
14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
their mouth is full of cursing and bitterness;
15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
their feet are swift to shed blood;
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
destruction and misery are in their ways;
17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
and the way of peace they have not known;
18 οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
there is no fear of God before their eyes.
19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ,
Now we know that what the law says, it speaks to those who are under the law, that every mouth may be stopped, and all the world become guilty before God.
20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Wherefore, by works of law, no flesh shall be justified in his sight; for by law is the knowledge of sin.
21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
But now, the righteousness of God without law is revealed, being attested by the law and the prophets;
22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γὰρ ἔστι διαστολή·
I repeat it, the righteousness of God through faith in Jesus Christ, which is for all, and on all that believe; for there is no difference;
23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
for all have sinned, and come short of the glory of God,
24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ,
yet may be justified freely by his grace, through the redemption that is in Christ Jesus;
25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
whom God has set forth as a propitiatory sacrifice, through faith in his blood, in order to manifest his righteousness, in passing by the sins that were formerly committed through the forbearance of God;
26 ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
in order to manifest his righteousness at the present time, that he might be just, while he justifies him who believes in Jesus.
27 Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
Where, then, is boasting? It is excluded. By what law? Of works? No; but by the law of faith.
28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
For we conclude that a man is justified by faith, without deeds of law.
29 ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
Is he the God of the Jews only? Is he not also the God of the Gentiles? Yes, of the Gentiles also:
30 ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
since there is one God, who will justify the circumcision by faith, and the uncircumcision through the faith.
31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν.
Do we, then, make law void through the faith? It can not be. On the other hand, we establish law.