< Κατα Ματθαιον 26 >
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
yIshuretAn prastAvAn samApya shiShyAnUche,
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
yuShmAbhi rj nAtaM dinadvayAt paraM nistAramaha upasthAsyati, tatra manujasutaH krushena hantuM parakareShu samarpiShyate|
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
tataH paraM pradhAnayAjakAdhyApakaprA nchaH kiyaphAnAmno mahAyAjakasyATTAlikAyAM militvA
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
kenopAyena yIshuM dhR^itvA hantuM shaknuyuriti mantrayA nchakruH|
5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
kintu tairuktaM mahakAle na dharttavyaH, dhR^ite prajAnAM kalahena bhavituM shakyate|
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
tato baithaniyApure shimonAkhyasya kuShThino veshmani yIshau tiShThati
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
kAchana yoShA shvetopalabhAjanena mahArghyaM sugandhi tailamAnIya bhojanAyopavishatastasya shirobhyaShechat|
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
kintu tadAlokya tachChiShyaiH kupitairuktaM, kuta itthamapavyayate?
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι [τοῖς] πτωχοῖς.
chedidaM vyakreShyata, tarhi bhUrimUlyaM prApya daridrebhyo vyatAriShyata|
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
yIshunA tadavagatya te samuditAH, yoShAmenAM kuto duHkhinIM kurutha, sA mAM prati sAdhu karmmAkArShIt|
11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
yuShmAkamaM samIpe daridrAH satatamevAsate, kintu yuShmAkamantikehaM nAse satataM|
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
sA mama kAyopari sugandhitailaM siktvA mama shmashAnadAnakarmmAkArShIt|
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
atohaM yuShmAn tathyaM vadAmi sarvvasmin jagati yatra yatraiSha susamAchAraH prachAriShyate, tatra tatraitasyA nAryyAH smaraNArtham karmmedaM prachAriShyate|
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
tato dvAdashashiShyANAm IShkariyotIyayihUdAnAmaka ekaH shiShyaH pradhAnayAjakAnAmantikaM gatvA kathitavAn,
15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
yadi yuShmAkaM kareShu yIshuM samarpayAmi, tarhi kiM dAsyatha? tadAnIM te tasmai triMshanmudrA dAtuM sthirIkR^itavantaH|
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
sa tadArabhya taM parakareShu samarpayituM suyogaM cheShTitavAn|
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
anantaraM kiNvashUnyapUpaparvvaNaH prathamehni shiShyA yIshum upagatya paprachChuH bhavatkR^ite kutra vayaM nistAramahabhojyam AyojayiShyAmaH? bhavataH kechChA?
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
tadA sa gaditavAn, madhyenagaramamukapuMsaH samIpaM vrajitvA vadata, guru rgaditavAn, matkAlaH savidhaH, saha shiShyaistvadAlaye nistAramahabhojyaM bhokShye|
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
tadA shiShyA yIshostAdR^ishanideshAnurUpakarmma vidhAya tatra nistAramahabhojyamAsAdayAmAsuH|
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
tataH sandhyAyAM satyAM dvAdashabhiH shiShyaiH sAkaM sa nyavishat|
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
aparaM bhu njAna uktavAn yuShmAn tathyaM vadAmi, yuShmAkameko mAM parakareShu samarpayiShyati|
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
tadA te. atIva duHkhitA ekaikasho vaktumArebhire, he prabho, sa kimahaM?
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
tataH sa jagAda, mayA sAkaM yo jano bhojanapAtre karaM saMkShipati, sa eva mAM parakareShu samarpayiShyati|
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
manujasutamadhi yAdR^ishaM likhitamAste, tadanurUpA tadgati rbhaviShyati; kintu yena puMsA sa parakareShu samarpayiShyate, hA hA chet sa nAjaniShyata, tadA tasya kShemamabhaviShyat|
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, σὺ εἶπας.
tadA yihUdAnAmA yo janastaM parakareShu samarpayiShyati, sa uktavAn, he guro, sa kimahaM? tataH sa pratyuktavAn, tvayA satyaM gaditam|
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
anantaraM teShAmashanakAle yIshuH pUpamAdAyeshvarIyaguNAnanUdya bhaMktvA shiShyebhyaH pradAya jagAda, madvapuHsvarUpamimaM gR^ihItvA khAdata|
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
pashchAt sa kaMsaM gR^ihlan IshvarIyaguNAnanUdya tebhyaH pradAya kathitavAn, sarvvai ryuShmAbhiranena pAtavyaM,
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
yasmAdanekeShAM pApamarShaNAya pAtitaM yanmannUtnaniyamarUpashoNitaM tadetat|
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
aparamahaM nUtnagostanIrasaM na pAsyAmi, tAvat gostanIphalarasaM punaH kadApi na pAsyAmi|
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·
pashchAt te gItamekaM saMgIya jaitunAkhyagiriM gatavantaH|
31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
tadAnIM yIshustAnavochat, asyAM rajanyAmahaM yuShmAkaM sarvveShAM vighnarUpo bhaviShyAmi, yato likhitamAste, "meShANAM rakShako yastaM prahariShyAmyahaM tataH| meShANAM nivaho nUnaM pravikIrNo bhaviShyati"||
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
kintu shmashAnAt samutthAya yuShmAkamagre. ahaM gAlIlaM gamiShyAmi|
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
pitarastaM provAcha, bhavAMshchet sarvveShAM vighnarUpo bhavati, tathApi mama na bhaviShyati|
34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
tato yIshunA sa uktaH, tubhyamahaM tathyaM kathayAmi, yAminyAmasyAM charaNAyudhasya ravAt pUrvvaM tvaM mAM tri rnA NgIkariShyasi|
35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
tataH pitara uditavAn, yadyapi tvayA samaM marttavyaM, tathApi kadApi tvAM na nA NgIkariShyAmi; tathaiva sarvve shiShyAshchochuH|
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
anantaraM yIshuH shiShyaiH sAkaM getshimAnInAmakaM sthAnaM prasthAya tebhyaH kathitavAn, adaH sthAnaM gatvA yAvadahaM prArthayiShye tAvad yUyamatropavishata|
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
pashchAt sa pitaraM sivadiyasutau cha sa NginaH kR^itvA gatavAn, shokAkulo. atIva vyathitashcha babhUva|
38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
tAnavAdIchcha mR^itiyAtaneva matprANAnAM yAtanA jAyate, yUyamatra mayA sArddhaM jAgR^ita|
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
tataH sa ki nchiddUraM gatvAdhomukhaH patan prArthayA nchakre, he matpitaryadi bhavituM shaknoti, tarhi kaMso. ayaM matto dUraM yAtu; kintu madichChAvat na bhavatu, tvadichChAvad bhavatu|
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ!
tataH sa shiShyAnupetya tAn nidrato nirIkShya pitarAya kathayAmAsa, yUyaM mayA sAkaM daNDamekamapi jAgarituM nAshankuta?
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
parIkShAyAM na patituM jAgR^ita prArthayadhva ncha; AtmA samudyatosti, kintu vapu rdurbbalaM|
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
sa dvitIyavAraM prArthayA nchakre, he mattAta, na pIte yadi kaMsamidaM matto dUraM yAtuM na shaknoti, tarhi tvadichChAvad bhavatu|
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
sa punaretya tAn nidrato dadarsha, yatasteShAM netrANi nidrayA pUrNAnyAsan|
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
pashchAt sa tAn vihAya vrajitvA tR^itIyavAraM pUrvvavat kathayan prArthitavAn|
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
tataH shiShyAnupAgatya gaditavAn, sAmprataM shayAnAH kiM vishrAmyatha? pashyata, samaya upAsthAt, manujasutaH pApinAM kareShu samarpyate|
46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
uttiShThata, vayaM yAmaH, yo mAM parakareShu masarpayiShyati, pashyata, sa samIpamAyAti|
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
etatkathAkathanakAle dvAdashashiShyANAmeko yihUdAnAmako mukhyayAjakalokaprAchInaiH prahitAn asidhAriyaShTidhAriNo manujAn gR^ihItvA tatsamIpamupatasthau|
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
asau parakareShvarpayitA pUrvvaM tAn itthaM sa NketayAmAsa, yamahaM chumbiShye, so. asau manujaH, saeva yuShmAbhi rdhAryyatAM|
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
tadA sa sapadi yIshumupAgatya he guro, praNamAmItyuktvA taM chuchumbe|
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾽ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
tadA yIshustamuvAcha, he mitraM kimarthamAgatosi? tadA tairAgatya yIshurAkramya daghre|
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
tato yIshoH sa NginAmekaH karaM prasAryya koShAdasiM bahiShkR^itya mahAyAjakasya dAsamekamAhatya tasya karNaM chichCheda|
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
tato yIshustaM jagAda, khaDgaM svasthAne nidhehi yato ye ye janA asiM dhArayanti, taevAsinA vinashyanti|
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
aparaM pitA yathA madantikaM svargIyadUtAnAM dvAdashavAhinIto. adhikaM prahiNuyAt mayA tamuddishyedAnImeva tathA prArthayituM na shakyate, tvayA kimitthaM j nAyate?
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
tathA satItthaM ghaTiShyate dharmmapustakasya yadidaM vAkyaM tat kathaM sidhyet?
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
tadAnIM yIshu rjananivahaM jagAda, yUyaM khaDgayaShTIn AdAya mAM kiM chauraM dharttumAyAtAH? ahaM pratyahaM yuShmAbhiH sAkamupavishya samupAdishaM, tadA mAM nAdharata;
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
kintu bhaviShyadvAdinAM vAkyAnAM saMsiddhaye sarvvametadabhUt|tadA sarvve shiShyAstaM vihAya palAyanta|
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
anantaraM te manujA yIshuM dhR^itvA yatrAdhyApakaprA nchaH pariShadaM kurvvanta upAvishan tatra kiyaphAnAmakamahAyAjakasyAntikaM ninyuH|
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
kintu sheShe kiM bhaviShyatIti vettuM pitaro dUre tatpashchAd vrajitvA mahAyAjakasyATTAlikAM pravishya dAsaiH sahita upAvishat|
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
tadAnIM pradhAnayAjakaprAchInamantriNaH sarvve yIshuM hantuM mR^iShAsAkShyam alipsanta,
60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
kintu na lebhire| anekeShu mR^iShAsAkShiShvAgateShvapi tanna prApuH|
61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
sheShe dvau mR^iShAsAkShiNAvAgatya jagadatuH, pumAnayamakathayat, ahamIshvaramandiraM bhaMktvA dinatrayamadhye tannirmmAtuM shaknomi|
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
tadA mahAyAjaka utthAya yIshum avAdIt| tvaM kimapi na prativadasi? tvAmadhi kimete sAkShyaM vadanti?
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
kintu yIshu rmaunIbhUya tasyau| tato mahAyAjaka uktavAn, tvAm amareshvaranAmnA shapayAmi, tvamIshvarasya putro. abhiShikto bhavasi naveti vada|
64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
yIshuH pratyavadat, tvaM satyamuktavAn; ahaM yuShmAn tathyaM vadAmi, itaHparaM manujasutaM sarvvashaktimato dakShiNapArshve sthAtuM gagaNasthaM jaladharAnAruhyAyAntaM vIkShadhve|
65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
tadA mahAyAjako nijavasanaM ChittvA jagAda, eSha IshvaraM ninditavAn, asmAkamaparasAkShyeNa kiM prayojanaM? pashyata, yUyamevAsyAsyAd IshvaranindAM shrutavantaH,
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
yuShmAbhiH kiM vivichyate? te pratyUchuH, vadhArho. ayaM|
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
tato lokaistadAsye niShThIvitaM kechit pratalamAhatya kechichcha chapeTamAhatya babhAShire,
68 λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
he khrIShTa tvAM kashchapeTamAhatavAn? iti gaNayitvA vadAsmAn|
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
pitaro bahira Ngana upavishati, tadAnImekA dAsI tamupAgatya babhAShe, tvaM gAlIlIyayIshoH sahacharaekaH|
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
kintu sa sarvveShAM samakSham ana NgIkR^ityAvAdIt, tvayA yaduchyate, tadarthamahaM na vedmi|
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
tadA tasmin bahirdvAraM gate. anyA dAsI taM nirIkShya tatratyajanAnavadat, ayamapi nAsaratIyayIshunA sArddham AsIt|
72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
tataH sa shapathena punarana NgIkR^itya kathitavAn, taM naraM na parichinomi|
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
kShaNAt paraM tiShThanto janA etya pitaram avadan, tvamavashyaM teShAmeka iti tvaduchchAraNameva dyotayati|
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
kintu so. abhishapya kathitavAn, taM janaM nAhaM parichinomi, tadA sapadi kukkuTo rurAva|
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
kukkuTaravAt prAk tvaM mAM trirapAhnoShyase, yaiShA vAg yIshunAvAdi tAM pitaraH saMsmR^itya bahiritvA khedAd bhR^ishaM chakranda|