< Πραξεις 8 >

1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
σαυλοσ δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμοσ μεγασ επι την εκκλησιαν την εν ιεροσολυμοισ παντεσ δε διεσπαρησαν κατα τασ χωρασ τησ ιουδαιασ και σαμαρειασ πλην των αποστολων
2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.
συνεκομισαν δε τον στεφανον ανδρεσ ευλαβεισ και εποιησαντο κοπετον μεγαν επ αυτω
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
σαυλοσ δε ελυμαινετο την εκκλησιαν κατα τουσ οικουσ εισπορευομενοσ συρων τε ανδρασ και γυναικασ παρεδιδου εισ φυλακην
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
οι μεν ουν διασπαρεντεσ διηλθον ευαγγελιζομενοι τον λογον
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
φιλιπποσ δε κατελθων εισ πολιν τησ σαμαρειασ εκηρυσσεν αυτοισ τον χριστον
6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
προσειχον τε οι οχλοι τοισ λεγομενοισ υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτουσ και βλεπειν τα σημεια α εποιει
7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
πολλων γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχετο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν
8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
και εγενετο χαρα μεγαλη εν τη πολει εκεινη
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
ανηρ δε τισ ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστων το εθνοσ τησ σαμαρειασ λεγων ειναι τινα εαυτον μεγαν
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
ω προσειχον απο μικρου εωσ μεγαλου λεγοντεσ ουτοσ εστιν η δυναμισ του θεου η μεγαλη
11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
προσειχον δε αυτω δια το ικανω χρονω ταισ μαγειαισ εξεστακεναι αυτουσ
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω τα περι τησ βασιλειασ του θεου και του ονοματοσ ιησου χριστου εβαπτιζοντο ανδρεσ τε και γυναικεσ
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.
ο δε σιμων και αυτοσ επιστευσεν και βαπτισθεισ ην προσκαρτερων τω φιλιππω θεωρων τε δυναμεισ και σημεια γινομενα εξιστατο
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·
ακουσαντεσ δε οι εν ιεροσολυμοισ αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προσ αυτουσ τον πετρον και ιωαννην
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον·
οιτινεσ καταβαντεσ προσηυξαντο περι αυτων οπωσ λαβωσιν πνευμα αγιον
16 οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
ουπω γαρ ην επ ουδενι αυτων επιπεπτωκοσ μονον δε βεβαπτισμενοι υπηρχον εισ το ονομα του χριστου ιησου
17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
τοτε επετιθουν τασ χειρασ επ αυτουσ και ελαμβανον πνευμα αγιον
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα
θεασαμενοσ δε ο σιμων οτι δια τησ επιθεσεωσ των χειρων των αποστολων διδοται το πνευμα το αγιον προσηνεγκεν αυτοισ χρηματα
19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον.
λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τασ χειρασ λαμβανη πνευμα αγιον
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
πετροσ δε ειπεν προσ αυτον το αργυριον σου συν σοι ειη εισ απωλειαν οτι την δωρεαν του θεου ενομισασ δια χρηματων κτασθαι
21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
ουκ εστιν σοι μερισ ουδε κληροσ εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια ενωπιον του θεου
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
μετανοησον ουν απο τησ κακιασ σου ταυτησ και δεηθητι του θεου ει αρα αφεθησεται σοι η επινοια τησ καρδιασ σου
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
εισ γαρ χολην πικριασ και συνδεσμον αδικιασ ορω σε οντα
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
αποκριθεισ δε ο σιμων ειπεν δεηθητε υμεισ υπερ εμου προσ τον κυριον οπωσ μηδεν επελθη επ εμε ων ειρηκατε
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
οι μεν ουν διαμαρτυραμενοι και λαλησαντεσ τον λογον του κυριου υπεστρεψαν εισ ιερουσαλημ πολλασ τε κωμασ των σαμαρειτων ευηγγελισαντο
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
αγγελοσ δε κυριου ελαλησεν προσ φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εισ γαζαν αυτη εστιν ερημοσ
27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
και αναστασ επορευθη και ιδου ανηρ αιθιοψ ευνουχοσ δυναστησ κανδακησ τησ βασιλισσησ αιθιοπων οσ ην επι πασησ τησ γαζησ αυτησ οσ εληλυθει προσκυνησων εισ ιερουσαλημ
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.
ην τε υποστρεφων και καθημενοσ επι του αρματοσ αυτου και ανεγινωσκεν τον προφητην ησαιαν
29 εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
προσδραμων δε ο φιλιπποσ ηκουσεν αυτου αναγινωσκοντοσ τον προφητην ησαιαν και ειπεν αρα γε γινωσκεισ α αναγινωσκεισ
31 ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
ο δε ειπεν πωσ γαρ αν δυναιμην εαν μη τισ οδηγηση με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω
32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
η δε περιοχη τησ γραφησ ην ανεγινωσκεν ην αυτη ωσ προβατον επι σφαγην ηχθη και ωσ αμνοσ εναντιον του κειροντοσ αυτον αφωνοσ ουτωσ ουκ ανοιγει το στομα αυτου
33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
εν τη ταπεινωσει αυτου η κρισισ αυτου ηρθη την δε γενεαν αυτου τισ διηγησεται οτι αιρεται απο τησ γησ η ζωη αυτου
34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
αποκριθεισ δε ο ευνουχοσ τω φιλιππω ειπεν δεομαι σου περι τινοσ ο προφητησ λεγει τουτο περι εαυτου η περι ετερου τινοσ
35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
ανοιξασ δε ο φιλιπποσ το στομα αυτου και αρξαμενοσ απο τησ γραφησ ταυτησ ευηγγελισατο αυτω τον ιησουν
36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
ωσ δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχοσ ιδου υδωρ τι κωλυει με βαπτισθηναι
37 [εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.]
38 καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εισ το υδωρ ο τε φιλιπποσ και ο ευνουχοσ και εβαπτισεν αυτον
39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
οτε δε ανεβησαν εκ του υδατοσ πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχοσ επορευετο γαρ την οδον αυτου χαιρων
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
φιλιπποσ δε ευρεθη εισ αζωτον και διερχομενοσ ευηγγελιζετο τασ πολεισ πασασ εωσ του ελθειν αυτον εισ καισαρειαν

< Πραξεις 8 >