< Luke 14 >

1 And it was don, whanne he hadde entrid in to the hous of a prince of Farisees, in the sabat, to ete breed, thei aspieden hym.
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 And lo! a man sijk in the dropesie was bifor hym.
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ·
3 And Jhesus answerynge spak to the wise men of lawe, and to the Farisees, and seide, Whethir it is leeueful to heele in the sabat?
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ;
4 And thei helden pees. And Jhesus took, and heelide hym, and let hym go.
οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν,
5 And he answeride to hem, and seide, Whos asse or oxe of you schal falle in to a pit, and `he schal not anoon drawe hym out in the dai of the sabat?
καὶ πρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν τῇ ἡμέρᾳ τοῦ σαββάτου;
6 And thei myyten not answere to hym to these thingis.
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
7 He seide also a parable to men bodun to a feeste, and biheld hou thei chesen the first sittyng placis, and seide to hem,
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς,
8 Whanne thou art bodun to bridalis, sitte not `at the mete in the firste place; lest perauenture a worthier than thou be bodun of hym,
Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μή ποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
9 and lest he come that clepide thee and hym, and seie to thee, Yyue place to this, and thanne thou schalt bigynne with schame to holde the lowest place.
καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 But whanne thou art bedun to a feste, go, and sitte doun in the laste place, that whanne he cometh, that bad thee to the feeste, he seie to thee, Freend, come hiyer. Thanne worschip schal be to thee, bifor men that sitten at the mete.
ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, ἐρεῖ σοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοί.
11 For ech that enhaunsith hym, schal be lowid; and he that meketh hym, schal be hiyed.
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 And he seide to hym, that hadde bodun hym to the feeste, Whanne thou makist a mete, or a soper, nyle thou clepe thi freendis, nether thi britheren, nethir cosyns, nethir neiyboris, ne riche men; lest perauenture thei bidde thee ayen to the feeste, and it be yolde ayen to thee.
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μή ποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
13 But whanne thou makist a feeste, clepe pore men,
ἀλλ᾽ ὅταν ποιῇς δοχήν, κάλει πτωχοὺς ἀναπείρους χωλοὺς τυφλούς,
14 feble, crokid, and blynde, and thou schalt be blessid; for thei han not wherof to yelde thee, for it schal be yoldun to thee in the risyng ayen of iust men.
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 And whanne oon of hem that saten togider at the mete hadde herd these thingis, he seide to hym, Blessid is he, that schal ete breed in the rewme of God.
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 And he seide to hym, A man made a greet soper, and clepide many.
ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς·
17 And he sent his seruaunt in the our of soper, to seie to men that weren bodun to the feeste, that thei schulden come, for now alle thingis ben redi.
καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν [πάντα].
18 And alle bigunnen togidir to excusen hem. The firste seide, Y haue bouyt a toun, and Y haue nede to go out, and se it; Y preye thee, haue me excusid.
καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
19 And the tother seide, Y haue bouyt fyue yockis of oxun, and Y go to preue hem; Y preye thee, haue me excusid.
καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
20 And an othir seide, Y haue weddid a wijf; and therfor Y may not come.
καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
21 And the seruaunt turnede ayen, and tolde these thingis to his lord. Thanne the hosebonde man was wrooth, and seide to his seruaunt, Go out swithe in to the grete stretis and smal stretis of the citee, and brynge ynne hidir pore men, and feble, blynde, and crokid.
καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
22 And the seruaunt seide, Lord, it is don, as thou hast comaundid, and yit there is a void place.
καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
23 And the lord seide to the seruaunt, Go out in to weies and heggis, and constreine men to entre, that myn hous be fulfillid.
καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος.
24 For Y seie to you, that noon of tho men that ben clepid, schal taaste my soper.
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
25 And myche puple wenten with hym; and he turnede, and seide to hem,
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς,
26 If ony man cometh to me, and hatith not his fadir, and modir, and wijf, and sones, and britheren, and sistris, and yit his owne lijf, he may not be my disciple.
Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναται εἶναί μου μαθητής.
27 And he that berith not his cross, and cometh aftir me, may not be my disciple.
καὶ ὅστις οὐ βα στάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 For who of you willynge to bilde a toure, whether he `first sitte not, and countith the spensis that ben nedeful, if he haue to perfourme?
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
29 Lest aftir that he hath set the foundement, and mowe not perfourme, alle that seen, bigynnen to scorne hym, and seie, For this man bigan to bilde,
ἵνα μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν,
30 and myyte not make an ende.
λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
31 Or what kyng that wole go to do a bataile ayens anothir kyng, whether he sittith not first, and bithenkith, if he may with ten thousynde go ayens hym that cometh ayens hym with twenti thousynde?
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
32 Ellis yit while he is afer, he sendynge a messanger, preieth tho thingis that ben of pees.
εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόῤῥω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
33 So therfor ech of you, that forsakith not alle thingis that he hath, may not be my disciple.
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
34 Salt is good; but if salt vanysche, in what thing schal it be sauerid?
καλὸν [οὖν] τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 Nethir in erthe, nethir in donghille it is profitable, but it schal be cast out. He that hath eeris of herynge, here he.
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

< Luke 14 >