< Exodus 35 >

1 Therfor whanne al the cumpanye of the sones of Israel was gaderid, Moises seide to hem, These thingis it ben, whiche the Lord comaundide to be doon.
καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς οὗτοι οἱ λόγοι οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς
2 Sixe daies ye schulen do werk, the seuenthe dai schal be hooli to you, the sabat and reste of the Lord; he that doith werk in the sabat schal be slayn.
ἓξ ἡμέρας ποιήσεις ἔργα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις ἅγιον σάββατα ἀνάπαυσις κυρίῳ πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω
3 Ye schulen not kyndle fier in alle youre dwellyng places bi the `dai of sabat.
οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐγὼ κύριος
4 And Moises seide to al the cumpeny of the sones of Israel, This is the word which the Lord comaundide, and seide,
καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων
5 Departe ye at you the firste fruytis to the Lord; ech wilful man and of redi wille offre tho to the Lord, gold, and siluer, and bras,
λάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα κυρίῳ πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς κυρίῳ χρυσίον ἀργύριον χαλκόν
6 and iacynct, and purpur, and reed selk twies died, and bijs, heeris of geet,
ὑάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
7 and skynnys of rammes maad reed, and of iacynt,
καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
8 trees of Sechym, and oile to liytis to be ordeyned, and that the oynement be maad, and encense moost swete,
9 stoonus of onochyn and gemmes, to the ournyng of the `cloth on the schuldris, and of the racional.
καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
10 Who euer of you is wijs, come he, and make that, that the Lord comaundide,
καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος
11 that is, the tabernacle, and the roof therof, and the hilyng; ryngis, and bildyngis of tablis, with barris, stakis, and foundementis;
τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
12 the arke, and barris; the propiciatorie, and the veil, which is hangid byfore it;
καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
13 the bord with barris, and vesselis, and with looues of settyng forth;
καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
14 the candilstike to susteyne liytis, the vesselis, and lanternes therof, and oile to the nurschyngis of fyris; the auter of encense, and the barris;
καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
15 the oile of anoyntyng, and encense of swete smellynge spiceries; the tente at the dore of the tabernacle;
16 the auter of brent sacrifice, and his brasun gridele, with hise barris, and vessels; the `greet waischyng vessel, and `his foundement;
καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
17 the curteyns of the large street, with pileris and foundementis; the tente in the doris of the porche;
18 the stakis of the tabernacle and of the large street, with her coordis;
19 the clothis, whose vss is in `the seruyce of seyntuarie; the clothis of Aaron bischop, and of hise sones, that thei be set in preesthod to me.
καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως
20 And al the multitude of the sones of Israel yede out of `the siyt of Moises,
καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ
21 and offride with moost redi soule and deuout the firste thingis to the Lord, to make the werk of the tabernacle of witnessyng, what euer was nedeful to the ournyng, and to hooli clothis.
καὶ ἤνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν ἤνεγκαν ἀφαίρεμα κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου
22 Men and wymmen yauen bies of the armes, and eeryngis, ryngis, and ournementis of `the arm niy the hond; ech goldun vessel was departid in to the yiftis of the Lord.
καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν πᾶς ᾧ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια πᾶν σκεῦος χρυσοῦν καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ
23 If ony man hadde iacynt, and purpur, and `reed selk twies died, bijs, and the heeris of geet, skynnes of rammes maad reed, and of iacynt,
καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα ἤνεγκαν
24 metals of siluer, and of bras, thei offeryden to the Lord, and trees of Sechym in to dyuerse vsis.
καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίῳ καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς ἤνεγκαν
25 But also wymmen tauyt yauen tho thingis, whiche thei hadden spunne, iacynt, purpur, and vermyloun,
καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησμένα τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
26 and bijs, and the heeris of geet; and yauen alle thingis by her owne fre wille.
καὶ πᾶσαι αἱ γυναῖκες αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ ἔνησαν τὰς τρίχας τὰς αἰγείας
27 Forsothe princes offeriden stoonys of onychyn and iemmes, to the `cloth on the schuldris, and to the racional, and swete smellynge spiceries,
καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογεῖον
28 and oyle to the liytis to be ordeyned, and to make redi oynement, and to make the encense of swettist odour.
καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος
29 Alle men and wymmen offeriden yiftis with deuout soule, that the werkis schulden be maad, whiche the Lord comaundide bi the hond of Moyses; alle the sones of Israel halewiden wilful thingis to the Lord.
καὶ πᾶς ἀνὴρ καὶ γυνή ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίῳ
30 And Moises seide to the sones of Israel, Lo! the Lord hath clepid Beseleel bi name, the sone of Hury, sone of Hur, of the lynage of Juda;
καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα
31 and the Lord hath fillid hym with the spirit of God, of wisdom, and of vndurstondyng, and of kunnyng, and with al doctryn,
καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
32 to fynde out and to make werk in gold, and siluer, and bras, and in stoonys to be grauun,
ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
33 and in werk of carpentrie; what euer thing may be foundun craftili,
καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας
34 the Lord yaf in his herte; and the Lord clepide Ooliab, the sone of Achymasech, of the lynage of Dan;
καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαμακ ἐκ φυλῆς Δαν
35 the Lord tauyte bothe `with wisdom, that thei make the werkis of carpenter, of steynour, and of broiderere, of iacynt, and purpur, and of `reed selk, and of bijs, and that thei make alle thingis, and fynde alle newe thingis.
ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας

< Exodus 35 >