< 1 Corinthians 7 >

1 But of thilke thingis that ye han write to me, it is good to a man to touche not a womman.
Περὶ δὲ ὧν ⸀ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
2 But for fornycacioun eche man haue his owne wijf, and ech womman haue hir owne hosebonde.
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 The hosebonde yelde dette to the wijf, and also the wijf to the hosebonde.
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ⸀ὀφειλὴνἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 The womman hath not power of hir bodi, but the hosebonde; and the hosebonde hath not power of his bodi, but the womman.
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή.
5 Nyle ye defraude eche to othere, but perauenture of consent to a tyme, that ye yyue tent to preier; and eft turne ye ayen to the same thing, lest Sathanas tempte you for youre vncontynence.
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα ⸀σχολάσητε⸀τῇπροσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 But Y seie this thing as yyuyng leeue, not bi comaundement.
τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν.
7 For Y wole, that alle men be as my silf. But eche man hath his propre yifte of God; oon thus, and another thus.
θέλω ⸀δὲπάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχει χάρισμα ἐκ θεοῦ, ⸀ὁμὲν οὕτως, ⸁ὁδὲ οὕτως.
8 But Y seie to hem, that ben not weddid, and to widewis, it is good to hem, if thei dwellen so as Y.
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν ⸀αὐτοῖςἐὰν μείνωσιν ὡς κἀγώ·
9 That if thei conteynen not hem silf, be thei weddid; for it is betere to be weddid, than to be brent.
εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν ⸀γαμῆσαιἢ πυροῦσθαι.
10 But to hem that ben ioyned in matrymonye, Y comaunde, not Y, but the Lord, that the wijf departe not fro the hosebonde;
Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—
11 and that if sche departith, that sche dwelle vnweddid, or be recounselid to hir hosebonde; and the hosebonde forsake not the wijf.
ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 But to othere Y seie, not the Lord. If ony brother hath an vnfeithful wijf, and sche consenteth to dwelle with hym, leeue he hir not.
Τοῖς δὲ λοιποῖς ⸂λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
13 And if ony womman hath an vnfeithful hosebonde, and this consentith to dwelle with hir, leeue sche not the hosebonde.
καὶ γυνὴ ⸂εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ ⸀οὗτοςσυνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω ⸂τὸν ἄνδρα.
14 For the vnfeithful hosebonde is halewid bi the feithful womman, and the vnfeithful womman is halewid bi the feithful hosebonde. Ellis youre children weren vncleene, but now thei ben hooli.
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ⸀ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15 That if the vnfeithful departith, departe he. For whi the brother or sistir is not suget to seruage in siche; for God hath clepid vs in pees.
εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ⸀ἡμᾶςὁ θεός.
16 And wherof wost thou, womman, if thou schalt make the man saaf; or wherof wost thou, man, if thou schalt make the womman saaf?
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 But as the Lord hath departid to ech, and as God hath clepid ech man, so go he, as Y teche in alle chirchis.
Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισενὁ ⸀κύριος ἕκαστον ὡς κέκληκεν ὁ ⸀θεός οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18 A man circumcidid is clepid, brynge he not to the prepucie. A man is clepid in prepucie, be he not circumcidid.
περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ ⸂κέκληταί τις; μὴ περιτεμνέσθω.
19 Circumcisioun is nouyt, and prepucie is nouyt, but the kepyng of the maundementis of God.
ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.
20 Ech man in what clepyng he is clepid, in that dwelle he.
ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.
21 Thou seruaunt art clepid, be it no charge to thee; but if thou maist be fre, `the rather vse thou.
Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 He that is a seruaunt, and is clepid in the Lord, is a freman of the Lord. Also he that is a freman, and is clepid, is the seruaunt of Crist.
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ⸀ὁμοίωςὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
23 With prijs ye ben bouyt; nyle ye be maad seruauntis of men.
τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 Therfor ech man in what thing he is clepid a brothir, dwelle he in this anentis God.
ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25 But of virgyns Y haue no comaundement of God; but Y yyue counseil, as he that hath mercy of the Lord, that Y be trewe.
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.
26 Therfor Y gesse, that this thing is good for the present nede; for it is good to a man to be so.
νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27 Thou art boundun to a wijf, nyle thou seke vnbyndyng; thou art vnboundun fro a wijf, nyle thou seke a wijf.
δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα·
28 But if thou hast takun a wijf, thou hast not synned; and if a maidun is weddid, sche synnede not; nethelesse siche schulen haue tribulacioun of fleisch.
ἐὰν δὲ καὶ ⸀γαμήσῃς οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 But Y spare you. Therfor, britheren, Y seie this thing, The tyme is schort. Another is this, that thei that han wyues, be as thouy thei hadden noon;
τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ⸂ἐστίν· τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,
30 and thei that wepen, as thei wepten not; and thei that ioien, as thei ioieden not; and thei that bien, as thei hadden not;
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
31 and thei that vsen this world, as thei that vsen not. For whi the figure of this world passith.
καὶ οἱ χρώμενοι ⸂τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 But Y wole, that ye be without bisynesse, for he that is without wijf, is bisi what thingis ben of the Lord, hou he schal plese God.
Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃτῷ κυρίῳ·
33 But he that is with a wijf, is bysy what thingis ben of the world, hou he schal plese the wijf, and he is departid.
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃτῇ γυναικί,
34 And a womman vnweddid and maidun thenkith what thingis ben of the Lord, that sche be hooli in bodi and spirit. But sche that is weddid, thenkith what thingis ben of the world, hou sche schal plese the hosebonde.
⸀καὶμεμέρισται. καὶ ἡ γυνὴ ⸂ἡ ἄγαμος καὶ ἡ ⸀παρθένοςμεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ ⸀τῷσώματι καὶ ⸁τῷπνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃτῷ ἀνδρί.
35 And Y seie these thingis to youre profit, not that Y caste to you a snare, but to that that is onest, and that yyueth esynesse, with outen lettyng to make preieris to the Lord.
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορονλέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδροντῷ κυρίῳ ἀπερισπάστως.
36 And if ony man gessith hym silf to be seyn foule on his virgyn, that sche is ful woxun, and so it bihoueth to be doon, do sche that that sche wole; sche synneth not, if sche be weddid.
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37 For he that ordeynede stabli in his herte, not hauynge nede, but hauynge power of his wille, and hath demed in his herte this thing, to kepe his virgyn, doith wel.
ὃς δὲ ἕστηκεν ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ, ⸀τηρεῖντὴν ἑαυτοῦ παρθένον, καλῶς ⸀ποιήσει
38 Therfore he that ioyneth his virgyn in matrymonye, doith wel; and he that ioyneth not, doith betere.
ὥστε καὶ ὁ ⸀γαμίζων⸂τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, ⸂καὶ ὁ μὴ ⸁γαμίζωνκρεῖσσον ⸀ποιήσει
39 The womman is boundun to the lawe, as longe tyme as hir hosebonde lyueth; and if hir hosebonde is deed, sche is delyuered fro the lawe of the hosebonde, be sche weddid to whom sche wole, oneli in the Lord.
Γυνὴ ⸀δέδεταιἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲκοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ·
40 But sche schal be more blessid, if sche dwellith thus, aftir my counsel; and Y wene, that Y haue the Spirit of God.
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ ⸀δὲκἀγὼ πνεῦμα θεοῦ ἔχειν.

< 1 Corinthians 7 >