< 1 Timothy 2 >
1 I exhort therefore, first of all, that petitions, prayers, intercessions, and givings of thanks be made for all men,
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων,
2 for kings and all who are in high places, that we may lead a tranquil and quiet life in all godliness and reverence.
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 For this is good and acceptable in the sight of God our Savior,
τοῦτο (γὰρ *k*) καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 who desires all people to be saved and come to full knowledge of the truth.
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 For there is one God and one mediator between God and men, the man Messiah Yeshua,
Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς
6 who gave himself as a ransom for all, the testimony at the proper time,
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,
7 to which I was appointed a proclaimer and an emissary—I am telling the truth in Messiah, not lying—a teacher of the Gentiles in faith and truth.
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω (ἐν Χριστῷ, *K*) οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 I desire therefore that the men in every place pray, lifting up holy hands without anger and doubting.
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ (διαλογισμοῦ· *NK(O)*)
9 In the same way, that women also adorn themselves in decent clothing, with modesty and propriety, not with braided hair, gold, pearls, or expensive clothing,
ὡσαύτως καὶ (τὰς *k*) γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν (καὶ χρυσίῳ *N(k)O*) ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
10 but with good works, which is appropriate for women professing godliness.
ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν.
11 Let a woman learn in quietness with full submission.
γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
12 But I don’t permit a woman to teach, nor to exercise authority over a man, but to be in quietness.
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρὸς ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ.
13 For Adam was formed first, then Havah.
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα.
14 Adam wasn’t deceived, but the woman, being deceived, has fallen into disobedience;
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ (ἐξαπατηθεῖσα *N(k)O*) ἐν παραβάσει γέγονεν·
15 but she will be saved through her childbearing, if they continue in faith, love, and holiness with sobriety.
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.