< Romans 1 >
1 Paul, a servant of Christ Jesus, a called apostle, set apart to preach the gospel of God,
Παῦλος, δοῦλος ˚Χριστοῦ ˚Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον ˚Θεοῦ,
2 which he had promised before by his prophets in the Holy Scriptures,
ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις,
3 the gospel concerning his Son, who was born of the seed of David as to the flesh,
περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
4 and shown with power to be the Son of God as to his spirit of holiness, by the resurrection of the dead, Jesus Christ our Lord;
τοῦ ὁρισθέντος Υἱοῦ ˚Θεοῦ ἐν δυνάμει κατὰ ˚Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν,
5 through whom we received grace and the office of an apostle in behalf of his name, in order to produce obedience to the faith among all nations;
διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6 among whom are ye also, the called of Jesus Christ;
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ ˚Ἰησοῦ ˚Χριστοῦ,
7 to all the beloved of God at Rome, called, holy: Grace be to you, and peace, from God our Father, and the Lord Jesus Christ.
πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀγαπητοῖς ˚Θεοῦ, κλητοῖς ἁγίοις: χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
8 In the first place, I thank my God through Jesus Christ for all of you, that your faith is spoken of throughout the whole world.
Πρῶτον μὲν εὐχαριστῶ τῷ ˚Θεῷ μου διὰ ˚Ἰησοῦ ˚Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9 For God is my witness, whom I serve with my spirit in the gospel of his Son, how constantly I make mention of you, always in my prayers
Μάρτυς γάρ μού ἐστιν ὁ ˚Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
10 supplicating that, if it be possible, I may at last through the will of God be favored with an opportunity of coming to you.
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ ˚Θεοῦ, ἐλθεῖν πρὸς ὑμᾶς.
11 For I long to see you, that I may impart to you some spiritual gift, which may be for your confirmation;
Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,
12 that is, that I may be edified among you, and you also, through each other's faith, both yours and mine.
τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
13 But I would not have you ignorant, brethren, that I often purposed to come to you, though I have been hindered hitherto, that I might have some fruit of my labors among you also, as among the other gentiles.
Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14 I am debtor both to Greeks and barbarians, both to the wise and the unwise.
Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, ὀφειλέτης εἰμί.
15 So, according to my ability, I am ready to preach the gospel to you also in Rome.
Οὕτως τὸ κατʼ ἐμὲ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 For I am not ashamed of the gospel; for to every believer, to the Jew first and also to the Greek, it is the power of God unto salvation.
Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ ˚Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
17 For therein is revealed the righteousness which is of God from faith to faith; as it is written, “But the righteous shall live by faith.”
Δικαιοσύνη γὰρ ˚Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, “Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.”
18 For the wrath of God is revealed from heaven against all impiety and unrighteousness of men, who keep down the truth in unrighteousness.
Ἀποκαλύπτεται γὰρ ὀργὴ ˚Θεοῦ ἀπʼ οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
19 Because that which may be known of God is manifest within them; for God made it manifest to them.
διότι τὸ γνωστὸν τοῦ ˚Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ ˚Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
20 For, ever since the creation of the world, his invisible attributes, even his eternal power and divinity, being perceived from his works, are clearly seen, so that they might be without excuse. (aïdios )
Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. (aïdios )
21 Because though they knew God, they did not glorify him as God, nor were they thankful to him; but became perverse in their reasonings, and their senseless minds were darkened;
Διότι γνόντες τὸν ˚Θεὸν, οὐχ ὡς ˚Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
22 professing to be wise, they became fools,
Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν,
23 and for the glory of the incorruptible God they substituted images of corruptible man, and of birds and four-footed beasts and creeping things.
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου ˚Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.
24 Wherefore God also gave them over in the lusts of their hearts to impurity, to debase their bodies with one another;
Διὸ παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,
25 because they changed the true God for false gods, and adored and worshipped created things rather than the Creator, who is blessed for ever. Amen. (aiōn )
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ ˚Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν! (aiōn )
26 For this cause God gave them up to vile passions. For even their women indulged in unnatural lust,
Διὰ τοῦτο, παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
27 and in like manner the men also, neglecting the natural use of the female, burned with lust for one another, men with men practising that which is shameful, and receiving in themselves the due recompense of their error.
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν, ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28 And as they did not choose to retain God in their knowledge, God gave them up to a reprobate mind, to do things which are shameful;
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν ˚Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29 being filled with all unrighteousness, malice, covetousness, wickedness; full of envy, murder, strife, deceit, malignity; backbiters,
πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστάς,
30 slanderers, hated of God, insolent, proud, boasters, inventors of mischief, disobedient to parents,
καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
31 senseless, faithless, without natural affection, without pity;
ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας·
32 who, although knowing the ordinance of God, that they who practise such things deserve death, not only do them themselves, but approve of those who do them.
οἵτινες τὸ δικαίωμα τοῦ ˚Θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.