< Matthew 4 >

1 THEN was Jesus led away by the spirit into the wilderness, to be tempted by the devil.
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2 And when he had fasted forty days and forty nights, afterwards he became hungry.
καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.
3 And the tempter coming to him said, If thou art the Son of God, command that these stones be made loaves.
καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 But he answering said, It is written, “Man shall not live by bread alone, but by every word that proceedeth out of the mouth of God.”
ὁδὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλʼ ⸀ἐπὶπαντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5 Then the devil taketh him up into the holy city, and placed him on a wing of the temple,
Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεναὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6 and saith to him, If thou be the Son of God, cast thyself down: for it is written, “that he shall give his angels a charge concerning thee: and in their hands shall they hold thee up, lest at any time thou dash thy foot against a stone.”
καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 Jesus said unto him, It is written again, “Thou shalt not tempt the Lord thy God.”
ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8 Again the devil taketh him unto an exceeding high mountain, and sheweth him all the kingdoms of the world, and their glory;
Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9 and saith unto him, All these things will I give thee, if thou wilt fall prostrate and worship me.
καὶ ⸀εἶπεναὐτῷ· Ταῦτά ⸂σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 Then saith Jesus unto him, Avaunt Satan! for it is written, “Thou shalt worship the Lord thy God, and to him only thou pay divine adoration.”
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Then the devil leaveth him, and lo! angels came and ministered unto him.
τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 But when Jesus heard that John was cast into prison, he retired into Galilee;
Ἀκούσας ⸀δὲὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
13 and leaving Nazareth, he came and resided at Capernaum, a maritime city, on the confines of Zebulun and Nephthali:
καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·
14 that what was spoken by the prophet Isaiah might be fulfilled, saying,
ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
15 “The land of Zabulun, and the land of Naphthali, the road to the sea, beyond Jordan, Galilee of the Gentiles;
Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 the people who sat in darkness saw a great light; and on those who sat in the region and shadow of death, even on them hath the light arisen.”
ὁ λαὸς ὁ καθήμενος ἐν ⸀σκοτίᾳ⸂φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
17 From that time Jesus began to preach, and to say, Repent, for the kingdom of heaven is approaching.
Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 And as Jesus was walking by the sea of Galilee, he saw two brothers, Simon who is called Peter, and Andrew his brother, casting a net into the sea, for they were fishermen.
Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς·
19 And he saith to them, Follow me, and I will make you fishers of men.
καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20 Then immediately quitting their nets they followed him.
οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 And going on from thence, he saw two other brothers, James son of Zebedee, and John his brother, in a boat with Zebedee their father, mending their nets; and he called them.
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22 Then they instantly quitting the ship and their father, followed him.
οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 And Jesus went about all Galilee, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing every disease and every malady among the people.
Καὶ περιῆγεν ⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 And there went out a report of him into all Syria: and they brought unto him all who had illness, the afflicted with various diseases and painful complaints, and the demoniacs, and lunatics, and paralytics; and he healed them.
καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις ⸀συνεχομένους δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
25 And great multitudes followed him from Galilee, and Decapolis, and Jerusalem, and Judea, and from beyond Jordan.
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

< Matthew 4 >