< Philippians 2 >
1 If there be therfore any consolation in Christ, if any comfort of loue, if any fellowship of the Spirit, if any compassion and mercie,
Εἴ τις οὖν παράκλησις ἐν ˚Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία ˚Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
2 Fulfill my ioye, that ye be like minded, hauing the same loue, being of one accorde, and of one iudgement,
πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.
3 That nothing be done through contention or vaine glory, but that in meekenesse of minde euery man esteeme other better then himselfe.
Μηδὲν κατʼ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
4 Looke not euery man on his owne things, but euery man also on the things of other men.
μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
5 Let the same minde be in you that was euen in Christ Iesus,
Τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
6 Who being in ye forme of God, thought it no robberie to be equall with God:
ὃς ἐν μορφῇ ˚Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ˚Θεῷ,
7 But he made himself of no reputation, and tooke on him ye forme of a seruant, and was made like vnto men, and was founde in shape as a man.
ἀλλὰ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,
8 He humbled himselfe, and became obedient vnto the death, euen the death of the Crosse.
ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9 Wherefore God hath also highly exalted him, and giuen him a Name aboue euery name,
Διὸ καὶ ὁ ˚Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 That at the Name of Iesus shoulde euery knee bowe, both of things in heauen, and things in earth, and things vnder the earth,
ἵνα ἐν τῷ ὀνόματι ˚Ἰησοῦ, πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 And that euery tongue shoulde confesse that Iesus Christ is the Lord, vnto the glory of God the Father.
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι ˚Κύριος ˚Ἰησοῦς ˚Χριστὸς, εἰς δόξαν ˚Θεοῦ Πατρός.
12 Wherefore my beloued, as ye haue alwayes obeyed me, not as in my presence only, but now much more in mine absence, so make an end of your owne saluation with feare and trembling.
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.
13 For it is God which worketh in you, both the will and the deede, euen of his good pleasure.
˚Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας.
14 Do all things without murmuring and reasonings,
Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 That ye may be blamelesse, and pure, and the sonnes of God without rebuke in the middes of a naughtie and crooked nation, among whom yee shine as lights in the world,
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα ˚Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 Holding forth the worde of life, that I may reioyce in the day of Christ, that I haue not runne in vaine, neither haue laboured in vaine.
λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν ˚Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα,
17 Yea, and though I bee offered vp vpon the sacrifice, and seruice of your faith, I am glad, and reioyce with you all.
ἀλλʼ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.
18 For the same cause also be ye glad, and reioyce with me.
Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 And I trust in the Lord Iesus, to sende Timotheus shortly vnto you, that I also may be of good comfort, when I knowe your state.
Ἐλπίζω δὲ ἐν ˚Κυρίῳ ˚Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν.
20 For I haue no man like minded, who will faithfully care for your matters.
Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει.
21 For all seeke their owne, and not that which is Iesus Christes.
Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ˚Ἰησοῦ ˚Χριστοῦ.
22 But yee knowe the proofe of him, that as a sonne with the father, hee hath serued with me in the Gospel.
Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 Him therefore I hope to send assoone as I knowe howe it will goe with me,
Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 And trust in the Lord, that I also my selfe shall come shortly.
πέποιθα δὲ ἐν ˚Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 But I supposed it necessarie to sende my brother Epaphroditus vnto you, my companion in labour, and fellowe souldier, euen your messenger, and he that ministred vnto me such things as I wanted.
Ἀναγκαῖον δὲ ἡγησάμην, Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 For he longed after all you, and was full of heauinesse, because yee had heard that hee had beene sicke.
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
27 And no doubt he was sicke, very neere vnto death: but God had mercie on him, and not on him onely, but on me also, least I should haue sorowe vpon sorowe.
Καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ, ἀλλὰ ὁ ˚Θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 I sent him therefore the more diligently, that when yee shoulde see him againe, yee might reioyce, and I might be the lesse sorowfull.
Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν, χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
29 Receiue him therefore in the Lord with all gladnesse, and make much of such:
Προσδέχεσθε οὖν αὐτὸν ἐν ˚Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
30 Because that for the woorke of Christ he was neere vnto death, and regarded not his life, to fulfill that seruice which was lacking on your part towarde me.
ὅτι διὰ τὸ ἔργον ˚Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα, τῆς πρός με λειτουργίας.