< 2 Samuel 16 >

1 When Dauid was a little past the top of the hill, behold, Ziba the seruant of Mephibosheth mette him with a couple of asses sadled, and vpon them two hundreth cakes of bread, and an hundreth bunches of raisins, and an hundreth of dryed figges, and a bottel of wine.
καὶ Δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ροως καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἐπ’ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβελ οἴνου
2 And the King said vnto Ziba, What meanest thou by these? And Ziba said, They be asses for the kings housholde to ride on, and bread and dryed figges for the yong men to eate, and wine, that the faint may drinke in the wildernesse.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα τί ταῦτά σοι καὶ εἶπεν Σιβα τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ
3 And the king sayde, But where is thy masters sonne? Then Ziba answered the King, Beholde, he remayneth in Ierusalem: for he sayde, This day shall the house of Israel restore me the kingdome of my father.
καὶ εἶπεν ὁ βασιλεύς καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ κάθηται ἐν Ιερουσαλημ ὅτι εἶπεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου
4 Then said the King to Ziba, Behold, thine are all that perteined vnto Mephibosheth. And Ziba saide, I beseech thee, let me finde grace in thy sight, my lord, O King.
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τῷ Μεμφιβοσθε καὶ εἶπεν Σιβα προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ
5 And when king Dauid came to Bahurim, behold, thence came out a man of the familie of the house of Saul, named Shimei the sonne of Gera: and he came out, and cursed.
καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ καὶ ὄνομα αὐτῷ Σεμεϊ υἱὸς Γηρα ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
6 And he cast stones at Dauid, and at all the seruants of King Dauid: and all the people, and all the men of warre were on his right hande, and on his left.
καὶ λιθάζων ἐν λίθοις τὸν Δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυιδ καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως
7 And thus sayde Shimei when hee cursed, Come forth, come foorth thou murtherer, and wicked man.
καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος
8 The Lord hath brought vpon thee all the blood of the house of Saul, in whose stead thou hast reigned: and the Lord hath deliuered thy kingdome into the hand of Absalom thy sonne: and beholde, thou art taken in thy wickednesse, because thou art a murtherer.
ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαουλ ὅτι ἐβασίλευσας ἀντ’ αὐτοῦ καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ τοῦ υἱοῦ σου καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου ὅτι ἀνὴρ αἱμάτων σύ
9 Then saide Abishai the sonne of Zeruiah vnto the King, Why doeth this dead dog curse my lord the King? let me goe, I pray thee, and take away his head.
καὶ εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ
10 But the King saide, What haue I to doe with you, ye sonnes of Zeruiah? for he curseth, eue because the Lord hath bidden him curse Dauid: who dare then say, Wherfore hast thou done so?
καὶ εἶπεν ὁ βασιλεύς τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ Σαρουιας ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυιδ καὶ τίς ἐρεῖ ὡς τί ἐποίησας οὕτως
11 And Dauid sayd to Abishai, and to all his seruants, Beholde, my sonne which came out of mine owne bowels, seeketh my life: then howe much more now may this sonne of Iemini? Suffer him to curse: for the Lord hath bidden him.
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι ἄφετε αὐτὸν καταρᾶσθαι ὅτι εἶπεν αὐτῷ κύριος
12 It may be that the Lord will looke on mine affliction, and doe me good for his cursing this day.
εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ
13 And as Dauid and his men went by the way, Shimei went by the side of the mountaine ouer against him, and cursed as he went, and threw stones against him, and cast dust.
καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ καὶ Σεμεϊ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων
14 Then came the King and all the people that were with him wearie, and refreshed them selues there.
καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ
15 And Absalom, and all the people, the men of Israel, came to Ierusalem, and Ahithophel with him.
καὶ Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ εἰσῆλθον εἰς Ιερουσαλημ καὶ Αχιτοφελ μετ’ αὐτοῦ
16 And when Hushai the Archite Dauids friend was come vnto Absalom, Hushai said vnto Absalom, God saue the King, God saue the King.
καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ ζήτω ὁ βασιλεύς
17 Then Absalom sayd to Hushai, Is this thy kindenes to thy friend? Why wentest thou not with thy friend?
καὶ εἶπεν Αβεσσαλωμ πρὸς Χουσι τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου
18 Hushai then answered vnto Absalom, Nay, but whome the Lord, and this people, and all the men of Israel chuse, his will I be, and with him will I dwell.
καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ αὐτῷ ἔσομαι καὶ μετ’ αὐτοῦ καθήσομαι
19 And moreouer vnto whome shall I doe seruice? not to his sonne? as I serued before thy father, so will I before thee.
καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου οὕτως ἔσομαι ἐνώπιόν σου
20 Then spake Absalom to Ahithophel, Giue counsell what we shall doe.
καὶ εἶπεν Αβεσσαλωμ πρὸς Αχιτοφελ φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν
21 And Ahithophel said vnto Absalom, Goe in to thy fathers concubines, which he hath left to keepe the house: and when all Israel shall heare, that thou art abhorred of thy father, the hands of all that are with thee, shall be strong.
καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ
22 So they spread Absalom a tent vpon the top of the house, and Absalom went in to his fathers concubines in the sight of all Israel.
καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα καὶ εἰσῆλθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ ὀφθαλμοὺς παντὸς Ισραηλ
23 And the counsell of Ahithophel which he counseled in those dayes, was like as one had asked counsell at the oracle of God: so was all the counsel of Ahithophel both with Dauid and with Absalom.
καὶ ἡ βουλὴ Αχιτοφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτοφελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ

< 2 Samuel 16 >