< 何西阿書 9 >

1 以色列! 你不要高興,不要像異民一樣狂歡,因為你行了淫,離棄了你的天主,在所有的禾場上只是喜歡淫資。
μὴ χαῖρε Ισραηλ μηδὲ εὐφραίνου καθὼς οἱ λαοί διότι ἐπόρνευσας ἀπὸ τοῦ θεοῦ σου ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου
2 禾場與榨酒也不再認識他們,新酒也要拒絕他們。
ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς
3 他們必不能在上主的地方居住;厄弗辣因必要回到埃及,且要在亞述吃不潔之物。
οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου κατῴκησεν Εφραιμ εἰς Αἴγυπτον καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται
4 他們不能向上主奠洒,也不能再向衪奉獻的祭品;他們的餅好似喪餅,凡吃這餅的,必受玷污;因為他們的餅只可為他們自用,不能帶進上主殿內。
οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς πάντες οἱ ἔσθοντες αὐτὰ μιανθήσονται διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου
5 那麼你們在盛會之日,在上主火節日,可作什麼呢﹖
τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου
6 因為,看,他們由毀滅裏逃走,埃及要收集他們,摩夫要埋葬他們;他們的尊貴的銀器將為蒺藜所承受,他們的帳幕將被荊棘所佔有。
διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου καὶ ἐκδέξεται αὐτοὺς Μέμφις καὶ θάψει αὐτοὺς Μαχμας τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν
7 懲罰的日子來了,報復的日子到了,以色列要喊說:先知是愚人,受靈感的人是瘋子! 是,這是因為你的過犯繁多,因為你的罪惡重大。
ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου καὶ κακωθήσεται Ισραηλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς ἄνθρωπος ὁ πνευματοφόρος ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου
8 厄弗辣因窺伺先知的帳幕,在他的路上處處佈下了羅網,在自己天主的殿內只敵視。
σκοπὸς Εφραιμ μετὰ θεοῦ προφήτης παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν
9 他們窮凶已到了極點,就如在基貝亞的時日一樣;上主必不忘你們的罪孽,必要懲罰他們的邪惡。
ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ μνησθήσεται ἀδικίας αὐτοῦ ἐκδικήσει ἁμαρτίας αὐτοῦ
10 我發現了以色列,就如曠野中發現葡萄;看見你們的祖先,就如在無花果樹上看見初熱的果實;但當他們來到了巴耳培敖爾時,便將自己獻給了可憎之物,使自己也成了可憎惡的,如他們所善愛的邪神一樣。
ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγωρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι
11 至於厄弗辣因,因他們的光榮,就如飛鳥飛去,必不生產,不懷胎,不妊娠。
Εφραιμ ὡς ὄρνεον ἐξεπετάσθη αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων
12 既使他們把自己的子女養大,我也必使他們喪亡,一個不留;幾時我捨棄他們,他們才是有禍的。
διότι καὶ ἐὰν ἐκθρέψωσιν τὰ τέκνα αὐτῶν ἀτεκνωθήσονται ἐξ ἀνθρώπων διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν σάρξ μου ἐξ αὐτῶν
13 厄弗辣因,一如我所見的,必使自己的子女成為獵物;厄弗辣因必把自己的子女交出屠殺。
Εφραιμ ὃν τρόπον εἶδον εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν καὶ Εφραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ
14 上主,求你賜給他們....賜給他們什麼呢﹖要使他們胎荒,乳乾!
δὸς αὐτοῖς κύριε τί δώσεις αὐτοῖς δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς
15 他們所行的一切惡事,全在基耳加耳開始,因此,在那裏我就恨了他們;為了他們的惡行,我必將他們從我父的家趕出去;我不再喜愛他們,他們的首領全是叛徒
πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες
16 厄弗辣因受了打擊,根子也乾枯了,再不能結果實;既使他們生了孩子,我也必將他們的寧馨兒殺死。
ἐπόνεσεν Εφραιμ τὰς ῥίζας αὐτοῦ ἐξηράνθη καρπὸν οὐκέτι μὴ ἐνέγκῃ διότι καὶ ἐὰν γεννήσωσιν ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν
17 我的天主必要拋棄他們,因為他們沒有聽從衪;他們必要在各民族中飄流。
ἀπώσεται αὐτοὺς ὁ θεός ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν

< 何西阿書 9 >